[ ] Arachosia — Alexandria in Arachosia (Kandahar) — mid-3rd c. BC — CRAI (1964) 126-134 & 134-140 — Merk.-Staub., Jenseits Euphrat 201, Edikt XIII
1                                                                             ὀγδόωι ἔτει βασιλεύοντος Πιοδάσσου
κατέστρεπται τὴν Καλίγγην. ἦν ἐζωγρημένα καὶ ἐξηγμένα ἐκεῖθεν σωμάτων
μυριάδες δεκαπέντε καὶ ἀναιρέθησαν ἄλλαι μυριάδες δέκα καὶ σχεδὸν ἄλλοι τοσού-
τοι ἐτελεύτησαν. ἀπ’ ἐκείνου τοῦ χρόνου ἔλεος καὶ οἶκτος αὐτὸν ἔλαβεν· καὶ βαρέως ἤνεγκεν·
5 δι’ οὗ τρόπου ἐκέλευεν ἀπέχεσθαι τῶν ἐμψύχων σπουδήν τε καὶ σύνταξιν πεποίηται
περὶ εὐσεβείας. καὶ τοῦτο ἔτι δυσχερέστερον ὑπείληφε ὁ βασιλεὺς· καὶ ὅσοι ἐκεῖ ωἴκουν
βραμεναι ἢ σραμεναι ἢ καὶ ἄλλοι τινὲς οἱ περὶ τὴν εὐσέβειαν διατρίβοντες, τοὺς ἐκεῖ οἰκοῦ-
ντας ἔδει τὰ τοῦ βασιλέως συμφέροντα νοεῖν, καὶ διδάσκαλον καὶ πατέρα καὶ μητέρα
ἐπαισχύνεσθαι καὶ θαυμάζειν, φίλους καὶ ἑταίρους ἀγαπᾶν καὶ μὴ διαψεύδεσθαι,
10 δούλοις καὶ μισθωτοῖς ὡς κουφότατα χρᾶσθαι, τούτων ἐκεῖ τῶν τοιαῦτα διαπρασσο-
μένων εἴ τις τέθνηκεν ἢ ἐξῆκται, καὶ τοῦτο ἐμ παραδρομῆι οἱ λοιποὶ ἡγεῖνται, ὁ δὲ
[β]ασιλεὺς σφόδρα ἐπὶ τούτοις ἐδυσχέρανεν καὶ ὅτι ἐν τοῖς λοιποῖς ἔθνεσιν εἰσιν.
Search Help
Contact Us