[ ] Arachosia — Alexandria in Arachosia (Kandahar) — mid-3rd c. BC — CRAI (1964) 126-134 & 134-140 — Merk.-Staub., Jenseits Euphrat 201, Edikt XII
1 [․ εὐ]σέβεια καὶ ἐγκράτεια κατὰ πάσας τὰς διατριβὰς· ἐγκρατὴς δὲ μάλιστα ἐστιν
ὅς ἂν γλώσσης ἐγκρατὴς ἦι. καὶ μήτε ἑαυτοὺς ἐπα[ι]νῶσιν, μήτε τῶν πέλας ψέγωσιν
περὶ μηδενός· κενὸγ γάρ ἐστιν· καὶ πειρᾶσθαι μᾶλλον τοὺς πέλας ἐπαινεῖν καὶ
μὴ ψέγειν κατὰ πάντα τρόπον. ταῦτα δὲ ποιοῦντες ἑαυτοὺς αὔξουσι καὶ τοὺς
5 πέλας ἀνακτῶνται· παραβαίνοντες δὲ ταῦτα, ἀκλεέστεροι τε γίνονται καὶ τοῖς
πέλας ἀπέχθονται. οἳ δ’ ἂν ἑαυτοὺς ἐπαινῶσιν, τοὺς δὲ πέλας ψέγωσιν φιλοτιμότερον
διαπράτονται, βουλόμενοι παρὰ τοὺς λοιποὺς ἐγλάμψαι, πολὺ δὲ μᾶλλον βλάπτου[σι]
ἑαυτοὺς. πρέπει δὲ ἀλλήλους θαυμάζειν καὶ τὰ ἀλλήλων διδάγματα παραδέχεσθα[ι].
ταῦτα δὲ ποιοῦντες πολυμαθέστεροι ἔσονται, παραδιδόντες ἀλλήλοις ὅσα
10 ἕκαστος αὐτῶν ἐπίσταται. καὶ τοῖς ταῦτα ἐπ[α]σκοῦσι, ταῦτα μὴ ὀκνεῖν λέγειν, ἵνα δει-
αμείνωσιν διὰ παντὸς εὐσεβοῦντες.
Search Help
Contact Us