[ ] Att. — non-stoich. — c. init. s. II a.?
1 — — — — — — — — #⁷δουΙ#⁷ — — — — — — — — — —
— — — — — — — ει ἰδίαι εὔνους ὢ[ν — — — — — — — —]
[— — — — — — Ἀ]θηναίων ἑκαστ — — — — — — — — —
— — — — — — — ἑαυτοῦ· ἀγαθεῖ τύχει δεδ[όχθαι τεῖ βου]-
5 [λεῖ τοὺς λαχόντας πρ]οέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλ[ησίαν χρη]-
[ματίσαι περὶ τούτ]ων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆ[ς]
[εἰς τὸν δῆμον, ὅτι] δοκεῖ τεῖ βουλεῖ ἐπαινέσαι Ἀριστόδημον
[Ἀμύντορος Σαλα]μίνιον καὶ στεφανῶσαι θ[αλ]λοῦ στεφάνωι
[εὐνοίας ἕνεκεν] καὶ φιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆ-
10 [μον τὸν Ἀθηναί]ων. εἶναι δ’ αὐτὸν καὶ πρόξενον καὶ εὐεργέτην
[τοῦ δήμου· ὑπά]ρχειν δ’ αὐτῶι καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον
[ἐνδεικνυμένωι] τὴν πρὸς Ἀθηναίους εὔνοιαν εὑρέσθαι καὶ ἄλ[λο]
[ἀγαθὸν ὅτου ἂν] δοκεῖ ἄξιος εἶναι. ἀναγράψα[ι δ]ὲ τόδε τὸ [ψή]φ[ι]-
[σμα τὸν γραμμ]ατέα τὸν κατὰ πρυτανείαν ἐν [στή]λει λιθίνε[ι] κ[αὶ]
15 [στῆσαι ἐν ἀκρο]πόλει· εἰς δὲ [τὴν] ἀναγραφὴν καὶ τ[ὴν ἀ]νάθεσιν τῆς
[στήλης μερίσα]ι τὸ γενόμε[ν]ον ἀνάλωμα τὸν τα[μίαν] τῶν [στρατι]-
[ωτικῶν καὶ τοὺ]ς ἐπὶ τεῖ διοικήσει.  vacat
17a   coronae pars dextra              in corona:
18                                   [ἡ β]ουλὴ
                                  [ὁ δῆ]μος
20                                   [Ἀριστόδ]ημον
                                  [Ἀμύντ]ορος
                                  [Σαλαμί]νιον.
Search Help
Contact Us