[ ] Lakonike — Sparta — ca. 97 AD
1 τῶν μεγίστων Οὐρανίων
Σεβαστείων Νερουανιδεί-
ων, ὧν ἐγένετο ἀθλοθέτης
Γ(άϊος) Ἰούλιος Ἀγησίλαος καὶ Τ(ίτος) #⁵⁶
5 Φλαούιος Χαρίξενος μετὰ
τῶν τέκνων, τοῦ ἀχθέντος
πρώτου ἀγῶνος ἐπὶ Μενεκλέ-
ους, ἀγωνοθετούντων Γ(αΐου) Ἰου-
λίου Μενεκλέους, Τι(βερίου) #⁵⁶ Κλαυδίου
10 Ἀγήμονος, Μνάσωνος Πα-
σ̣ικλέους· Τί(τος) Φλαούιος Ἀττι-
νᾶς Φωκαεύς, νεικήσας ἀγε-
νείων πάλην, κατὰ τοὺς ἱε-
ροὺς νόμους καὶ τὰ ψηφίσ-
15 ματα τὸν ἀνδριάντα
ἀνέθηκεν.
Search Help
Contact Us