[ ] Att. — Rhamnous [EM 13463] — 268/267 BC — AD 22 A (1967) 38 — SEG 24.154; SEG 40.135; SEG 44.59
frg. 1.1 θεοί
Νικόστρατος Ἐπιτέλου Ῥαμνούσιος εἶπεν· ἐπειδὴ Ἐπιχάρης, ἐπί τε Λυσιθε[ίδου]
χειροτονηθεὶς ἵππαρχος καλῶς καὶ κατὰ τοὺς νόμους ποησάμενος τοῦ ἱππικ̣ο̣[ῦ]
[τ]ὴν ἐπιμέλειαν, ὑπό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἐστεφανώθη καὶ τῶν ἱππέων· πάλιν
5 τε ἐπ̣ὶ̣ Πειθ<ι>δήμου ἄρχοντος, χειροτονήσαντος αὐτὸν στρατηγὸν τοῦ δήμου, κα[ὶ]
τάξαντος ἐπὶ τὴν χώραν τὴν παραλίαν, καλῶς καὶ φιλοτίμως ποησάμενος τῆς
φυλακῆς τὴν ἐπιμέλειαν τό τε φρούριον διέσωισε τῶι δήμωι πολέμου ὄντος {²vac.}²
καὶ τὸν σιτ[ικὸν καὶ] τοὺς ξυλίνους καρποὺς μέχρι τριάκοντα σταδίων συνεκόμισεν
τοῦ [στ]ρατο[πέδου ὄν]τος [ἐν τῆι] χώραι, καταστησάμενος κρυπτοὺς ἐπὶ τὰς σκο%⁸⁰-
10 [πάς, παρεφε]δρεύων αὐτὸς μ̣ετὰ τ̣ῶν̣ στρατιωτῶν, ὅπως ἀσφαλῶς γένηται ἡ v
[συγκομιδὴ τῶν κ]αρπ̣ῶν τοῖς γεωργοῖς· τε[τήρ]ηκεν δὲ καὶ τὰς ἀμπέλους ἐφ’ ὅσον
[κυριεύω]ν ἦν τ̣ῆς χώρας· κατεσκεύακε δ’ ἐκ τῶ̣ν [ἰδ]ίων καὶ στοὰν ὅπως, ἄν τις εἶ χρεία
παρακοιτ̣ῶ̣σι πάντες καὶ ἐξ ἑτ̣[οί]μ̣ου ἂν δεῖ γίνηται ἡ βοήθεια. ὠικοδόμηκε δὲ καὶ
φυλακτήρια διττὰ καὶ κύνα̣ς [π]ροσ̣κατέστησε το[ῖ]ς ὑπάρχουσιν, διδοὺς αὐτὸς̣
15 τὴν τροφήν, ὅπω̣[ς] ἡ φυλακὴ πλέω γ[ί]νηται· πεπόηκε δὲ καὶ στρατήγιον, τὸ ἱερὸν
[τῆς Νεμέσεω]ς κατασκευάσας, ὅπως ε̣ἶ̣ ἐν τιμεῖ καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τοῖς
[δημόταις]· εἰσεκόμισε δὲ καὶ πυρῶν μεδίμνους 𐅅 καὶ κρ[ι]θῶν 𐅅 προευπορή-
[σας] α̣ὐτὸς τὰς τιμὰς καὶ διέδωκεν τοῖς τε̣ π̣ολίταις καὶ τοῖς στρατιώταις τῆς
[κ]αθεστηκείας τιμῆς· συνετάξατο δὲ καὶ ὑπὲ̣[ρ] τῶν γινομένων αἰχμαλώτων
20 [ὅ]πως ἀποδόντες ἑκατὸ̣ν εἴκοσι δραχμὰς ἀνασώιζωνται διὰ̣ τοῦ κήρυκος καὶ μη-
[δε]ὶς ἐξαχθεῖ τῶν πολιτ̣ῶ̣ν μηδὲ τὰ δοῦλα σώματα ἀφανίζηται· ἐκόλασε δὲ καὶ τοὺ-
[ς κ]α̣θηγουμένους εἰς τ̣[ὴ]ν χώραν τοῖς πειραταῖς, λαβὼν καὶ ἐξετάσας αὐτούς, ὄν-
[τα]ς ἐκ τῆς πόλεως, [ἀξίω]ς ὧν ἔπραττον· παρεσκεύασε δὲ καὶ τοῖς παρὰ Πατρόκλου
[πα]ραγενομένοις [στρα]τ̣ιώταις ἐπὶ τὴν βοήθειαν καὶ στέγα[ς] ὅπως ἔχωσιν ἱκανὰς
25 [— — —c.22— — —]ο οὐθένα ποήσας ἐν ἐπισταθμείαι τῶν πολιτῶν οὐδὲ τῶν
[δημοτῶν — — —c.20— — — ὠικονό]μηκε δὲ καὶ τοῖς πολίταις ὅπως διδῶται τὸ εἰσ-
[κομιζόμενον — — — — — — — στρα]τ̣ι̣ώταις μηθὲν ἐλλείπ̣[ει — — — — — —]
frg. 2.1 [— — ἀ]ρετῆς ἕ[νεκα — —]
[Ῥαμ]νουσίων καὶ [— —]
[— — στρατ]ηγοῖς ἐπ[— —]
[— — ἐπ]ιμελει[α— —]
5 [— —]ΑΙΣ[— —]
frg. 3.1 [το]ὺς στρατιώτας
Search Help
Contact Us