[ ] Syria, S./Arabia-Decapolis — Gerasa (Jerash) — 105-114 AD — JRS 18.1928.153,14 — SEG 7.825
1 {²on upper bed molding:}² [Τ]ί̣τ̣ο̣ν̣ Φλάουιον Φλαουίου Φλάκου υ̣ἱ̣ὸν Κυρί[νᾳ Γερρηνὸν — — τὸ]ν αἱ[ρέσε]ι
τῆς πόλεως πρώτως ἀγωνοθέτην γενόμενον ἀγῶν̣[ος ․․․․] ἐ̣[νια]υ̣σίου.
{²on lower bed molding:}² ψήφι̣ζμ̣α̣ {²⁶ψήφισμα}²⁶ τ̣ῆς ἱερᾶς συνόδου τῶν̣ [ἀπὸ τ]ῆ̣[ς οἰκο]υ̣μέν̣[ης] περὶ τὸν Διόνυσον καὶ τὸν κύριον ἡμῶν Αὐτοκράτορα]
Νέρουαν Τραιανὸν Καίσαρα Σεβαστὸν Γερμ̣ανικὸν Δακικ[ὸν τεχνειτῶν ἱερονεικῶν στεφανειτῶν]
5 καὶ τῶν τούτων συναγωνιστῶν. v ἐπεὶ Τίτον Φλάουιον Γερρηνὸν ἄ̣[νδρα ․․․․․․․․․․] ἀ̣ξ̣ι̣ό̣λογον φιλοκαίσαρα
{²on die:}² καὶ φιλόπατριν, ἐγνωσμένον πᾶσιν ἡγεμόσιν καὶ ἐπιτρόποις ἐκ τῆς ἑαυτοῦ πρὸς πάντας φιλοτείμου καὶ μεγα-
λόφρονος συναναστροφῆς, ἐχειροτόνησεν ἀγωνοθέτην ἡ πόλις Ἀντιοχέων τῶν πρὸς τῷ Χρυσορόᾳ
οὗ αὐτὴ ἐψηφίσατο ἄγειν ἀγῶνος πρώτου ἐνιαυσίου ὑπὲρ σωτηρίας τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Νέρουα
Τραιανοῦ Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, ἄξιον κρείνασα τῆς πορ̣φ̣ύ̣ρ̣α̣ς τὸν ἄνδρα διὰ τὴν περὶ
10 αὐτὸν ἀρετήν· ὁ δὲ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ πρός τε τὸν οἶκον τῶν Σεβαστῶν εὐ[σέβε]ι̣αν καὶ διὰ τ̣ὴν πρὸς τὴν πατρίδα
φιλόστοργον εὔνοιαν ἀναδεξάμενος τὰ στέμματα μετὰ πάσης προθυμίας οὐ μόνο̣ν̣ [τὰς] π̣[ρ]ογονικὰς φιλοτειμίας ὑπερ-
έβαλεν ταῖς πρὸς τὴν πόλιν αὐτοῦ λειτουργίαις καὶ τῇ πρὸς τὴν σύνοδον καθ’ ἕνα κ̣α̣ὶ̣ κ̣ο̣ι̣ν̣[ῇ] φιλοτ̣ειμίᾳ ἀλλὰ καὶ πολλῶν
ἀγωνοθετῶν τῶν σφόδρα εἰς ἡμᾶς φιλοτειμότατα ἀναστραφέντων ἐμειμήσατο τὴν προθυ[μί]αν· ἠγωνοθέτησε γὰρ ἐμπειρό-
τερον τῶν πολλάκι προστάντων ἀγωνοθεσίας, ὡς δοκεῖν ἡμᾶς μὴ νῦν πρῶτον αὐτὸν ἀγω̣ν̣ο̣θ̣[ετ]ε̣ῖν ἀλλ’ ἐκ πολλῶν χρόνων ἐντρα-
15 φέντα τῇ πορφύρᾳ εἰδημόνως τὰ προσήκοντα τοῖς ἀγῶσιν ἐπιτελεῖν· μετὰ γὰρ τῆς ἐν τοῖς θέμασιν αὐτοῦ ἁγνείας πολλάκι μὲν
τὴν σύνοδον κατὰ κοινὸν βασιλικαῖς ἑστιάσεσ̣ιν ὑπεδέξατο, διηνεκῶς δὲ τὸν καθ’ ἕνα τῶν τε ἡττηθέντων καὶ στεφθέντων
οὐ διέλιπεν ἑστιῶν καὶ διὰ παντὸς τοῦ ἀγῶνος γυμνα̣σιαρχῶν· ἔδοξεν ἀνασ̣τ̣ῆ̣σαι αὐτοῦ ἀνδριάντα ἐν ᾧ πρῶτος ἠγωνοθέτησε
θεάτρῳ ἐπιγραφὴν ἔχοντα τὴν ἐξ ἔθους τῆς συνόδου, ἐφ’ ᾧ οἵ τε ἀγων[ιζ]όμενοι πάντες καὶ̣ ο̣ἱ κατὰ καιρὸν θεατρίζοντες
εἰσφέρωσιν ἐπάνανκες στεφάνους τῷ ἀνδριάντι· ὃς δ’ ἂν μὴ εἰσενένκῃ ἀπ̣οτεινέτ̣ω ζημίας ἐν ἀγῶνι μὲν
20 τῇ συνόδῳ δηνάρια εἴκοσι πέντε, ἐν θεωρίᾳ δὲ τῇ πόλει ὁμοίως. ἔδοξε κατὰ πόλιν αὐτὸν ἀνανγέλλεσθαι.
Search Help
Contact Us