[ ] Syria, Ctr. — Palmyra (Tadmor) — 262-268 AD — CIG 4485; LBW 2606a — Cantineau, Inventaire III, 7 — IGRR 3.1045
1 ἡ βου[λὴ καὶ ὁ δῆ]μος
Σεπτίμ[ιον Οὐορώδην] τὸν κρά-
τιστον ἐ[πίτροπον] Σεβαστοῦ
δουκην[άριον δι]κεοδότην {²⁶δικαιοδότην}²⁶
5 τῆς μητ[ροκολω]νείας καὶ ἀ-
νακομίσαν[τα τ]ὰς συνοδίας
ἐξ ἰδίων καὶ μαρτυρηθέντα
ὑπὸ τῶν ἀρχεμπόρων καὶ
λαμπρῶς στρατηγήσαντα καὶ
10 ἀγορανομήσαντα τῆς αὐτῆς
μητροκολωνείας καὶ πλεῖστα
οἴκοθεν ἀναλώσαντα καὶ ἀρέσαν-
τα τῇ τε αὐτῇ βουλῇ καὶ τῷ δήμῳ,
καὶ νυνεὶ λαμπρῶς συμποσίαρ-
15 χον τῶν το[ῦ θεοῦ] Διὸς Βήλου ἱε-
ρέων ἁ[γνείας καὶ] τειμῆς ἕνε-
κεν ἔτ[ους ․οφʹ μη]νεὶ {²⁶μηνὶ}²⁶ Ξανδικῷ.
{²Texte palmyrénien.}²
Search Help
Contact Us