[ ] Phokis — Delphi — 254/253 or 250/249 BC? — CIG 1689b — SGDI 2507; SIG(3) 436
1 θεο[ί].
[ἐπὶ] Νικοδάμου ἄρχοντος, ἱερομνημονούντων Αἰτ[ωλῶν Τιμολόχου, Νεοπτολέ]-
[μου], Γέλωνος, Δικ̣α̣ι̣ά̣ρχου, Στρατάγου, Κρωβύλου, Ἀ̣ν̣δ̣[ρομάχου, Ἀλεξάνδρου, Ξενο]-
[κρά]τους· Δελφῶν Ἀ[ριστ]οκράτους, Ἄ̣ν̣δ̣ρ̣ωνος· Βοιωτῶν Φαείν[ου, Φιλίππου· ἐπειδὴ]
5 [Ἡρέ]ας ὑπηρετῶν τοῖς ἱερομνήμοσι ἐν Πυλαίαι καὶ ἐν Δελφοῖς κα[ὶ χρείας παρεχόμε]-
νος χρόνον πολὺν τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων ἀνενκλήτ[ως διατελεῖ],
ἔδοξε τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς, Πυθίοις, ἐπαινέσαι τε Ἡρέ[αν] Αἰσχρίω[νος (?)]
Λαμιῆ οἰκοῦντα ἐν Ἡρακλείαι καὶ στεφανῶσαι δάφνηι στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶνα[ι αὐ]-
τῶι προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, προεδρίαν, ἀτέλειαν πάντων· τὸν δὲ γραμματ[έα]
10 ἀναγράψαι τὰ δεδογμένα τοῖς ἱερομνήμοσι καὶ τοῖς ἀγορατροῖς ἐν τῶι ἱερῶ[ι] τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us