[ ] Phokis — Delphi — ca. 266-260 BC? — FD 3:1.479 — SEG 2.261
1                                                                                [— — — ὑ]-
πὲρ τούτων ἔσχον̣, [πᾶσαν φ]ι̣λοτιμίαν ποιη[σάμενοι],
πρός τε τοὺς βασιλεῖς [Πτολ]εμαῖον καὶ Ἀντίγονο̣ν̣ [πρέσ]-
βεις ἀπέστειλαν καὶ δι[έθε]σαν ὥστ’ εἶναι τὴν ἀσφάλ[ει]-
5 αν πᾶσιν παρ’ ἀμφοτέρων̣, [α]ὐτοί τε πρὸς τοὺς ἄλλου̣[ς]
Ἕλληνας διεπρέσβευσαν καὶ κήρυκας διαποστείλ[αν]-
τες παρεκάλεσάν τε καὶ παρεσκεύασαν ἀσφάλ[ει]-
αν πᾶσι τοῖς παραγινομέ̣νοις, φύλακας πανταχο̣[ῦ]
καταστήσαντες· ἐκόλασα[ν δὲ καὶ ἱκανοὺς (?)] τῶν ἐπ̣[α]-
10 ναχθέντων πρὸς αὐτοὺς κ[ακούργων κρίναντες κατὰ]
τὸν νόμον· διώικησαν δὲ κα[ὶ τὰ κατὰ τὴν ἀρχὴν κα]-
λῶς καὶ δικαίως καὶ τῆς συ[νόδου τῶν Ἀμφικτυόνων ἐν]
Θερμοπύλαις διὰ τὸν πόλε[μον διακωλυθείσης ἐπὶ χρό]-
νον πολύν, οὗτοι πρῶτον πα[ρεκάλεσαν πάντας τοὺς Ἕλ]-
15 ληνας καὶ παρασκευάσαν[τες τὴν πυλαίαν ἀσφαλῆ]
πᾶσι τοῖς ἀφικνουμένοις ἀγορ[ατροῖς καὶ Ἀμφικτύοσιν(?)]
καὶ τὰς θυσίας καὶ τἆλλα πάν[τα συνετέλεσαν κατὰ τοὺς]
νόμους τῶν Ἀμφικτυόνων λ̣[αμπρῶς(?) καὶ καλῶς καὶ εὐσε]-
βῶς· ἔδοξεν οὖν τοῖς Ἀμφικ[τύοσιν· ἐπαινέσαι τοὺς]
20 ἱερομνήμονας καὶ τὸν γρα[μματέα τοὺς ἐπὶ — —8-10— —]
ἄρχοντος ἀρετῆς καὶ δικ[αιοσύνης ἕνεκεν τῆς πρός τε]
τοὺς θεοὺς καὶ φιλοτιμ̣ί̣[ας τῆς πρὸς τοὺς Ἀμφικτύονας]
καὶ τοὺς ἄλλο[υς Ἕλληνας — — —20-25— — —]
[σ]τεφαν[ῶσαι δὲ — — —]
Search Help
Contact Us