[ ] Phokis — Delphi — 272/1 or 271/0 BC? — FD 3:3.185
1 ἐπὶ Εὐδόκου ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομ[νημο]νούντων Αἰτωλῶν Γαύ[σου],
Τριχᾶ, Πολύφρονος, Πολυχάρμου, Τεισάρχου· Δελ[φῶν] Κ̣[ρί]τωνος, Ἡρακλε[ίδο]υ· Φωκέων
Δωροθέου, Πεισίωνος· Βοιωτῶν Θηβαγγέλου, Μοιρίχου, Φαντία· Εὐ[β]ο̣[ιέων] Ἐπηράστ[ου]·
Ἀθηναίων Ἀσωποδώρου· Σικυωνίων Εὐθυδάμου· ἐπειδὴ Σωκράτης Τελεσία
5 Κνίδιος καὶ Ἀλεξεινίδης Φιλωνίδου Ἠλεῖος ἐν Αἰτωλίαι οἰκῶν ἐμήνυσαν
ἱερὰ χρήματα τῶι θεῶι καὶ κρίναντες ἐπὶ τῶν ἱερομνημόνων φανερὰ ἐποίησαν
τὰ χρήματα καὶ ἐνέβαλον εἰς τὸ κιβώτιον κατάδικον μυρίων στατήρων Ζήνωνα
Σολέα· δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι Σωκράτει καὶ Ἀλεξεινίδηι προ̣[δι]κίαν
καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καὶ αὐτοῖς καὶ ἐκγόνοις καθὰ καὶ τοῖς ἄλλοις δίδονται
10 προδικίαι, ἐπειδὴ φαίνονται εὐεργετηκότες τὸν θεὸν ἄξια λόγου.
Search Help
Contact Us