[ ] Mys. — Pergamon — 263-241 BC — OGIS 267; Welles 23
1 [Εὐμένης Φιλεταίρου Περγαμηνῶν τῶι δήμωι χαίρ]ειν.
[Παλάμανδρος, Σκύμνος, Μητρόδωρος, Θεότιμος, Φί]λ̣ισκος,
[οἱ κατασταθέντες ἐφ’ ἱερέως {²τοῦ δεῖνος}²] σ̣τρα̣τ̣η̣γ̣οὶ φαίνοντα[ι]
[ἐν παντὶ καιρῶι καλῶς προεστηκότες] τ̣ῆς ἀρχῆς· τῶν τε γὰρ̣
5 [ἱερῶν καὶ τῶν πολιτικῶν πάντα] μ̣ὲν πεπολίτευνται δικαίως,
[οὐ μόνον δὲ τάς τε] τ̣ῆς πόλεως καὶ τὰς ἱερὰς προσόδους
[τὰς οὔσας] ἐ̣φ’ αὑτῶν ὠικονομήκασι συμφερόντως τῶι δήμωι καὶ
[το]ῖς θεοῖς, ἀλλὰ καὶ τὰ παραλελειμμένα ὑπὸ τῶν πρότερον
ἀρχείων ἀναζητήσαντες καὶ οὐθενὸς τῶν κατεσχηκότων
10 τι φεισάμενοι ἀποκατέστησαν τῆι πόλει, ἐπεμελήθησαν δὲ
καὶ περὶ τῆς ἐπισκευῆς τῶν ἱερῶν ἀναθημάτων, ὥστε τούτων
εἰς ἀποκατάστασιν ἀγηγοχότων τὰ προγεγραμμένα καὶ τοὺς
ἐπιγινομένους στρατηγοὺς ἐπακολουθοῦντας τῆι ὑφηγήσει̣
εὐχερῶς δύνασθαι διοικεῖν τὰ κοινά. κρίνοντες οὖν δίκαιον εἶναι
15 μὴ ὀλιγωρεῖν τῶν οὕτως ἐπιστατούντων, ἵνα καὶ οἱ μετὰ ταῦτα
δεικνύμενοι πειρῶνται κατὰ τρόπον προίστασθαι τοῦ δήμου,
αὐτοί τε διεγνώκαμεν τοῖς Παναθηναίοις στεφανοῦν αὐτοὺς
καὶ πρὸς ὑμᾶς ὤιμεθα δεῖν γράψαι περὶ τούτων, ὅπως ἐν τῶι
μεταξὺ χρόνωι βουλευσάμενοι τιμήσητε αὐτοὺς καθότι ἂν
20 ἀξίους ὑπολαμβάνητε εἶναι.           ἔρρωσθε.
20a                        {²vacat}²
21 ἔγνω δῆμος· Ἀρχέστρατος Ἑρμίππου εἶπεν· ἐπειδὴ οἱ καταστα-
θέντες ὑπ’ Εὐμένους στρατηγοὶ Παλάμανδρος, Σκύμνος,
Μητρόδωρος, Θεότιμος, Φίλισκος καλῶς τῆς ἀρχῆς προέστη-
σαν καθάπερ καὶ Εὐμένης ἐπέστειλε· δεδόχθαι τῶι δήμωι
25 ἐπαινέσαι μὲν Εὐμένη διότι ἐμ παντὶ καιρῶι πρόνοιαν ποεῖται
τῶν τῶι δήμωι χρησίμων καὶ τοὺς εἰς ταῦτα συναντιλαμβανο-
μένους τῶν πολιτῶν τιμᾶι τε καὶ στεφανοῖ, βουλόμενος τοὺς
ἄρχοντας τοὺς καθισταμένους προθυμοτέρους κατασκευάζειν
εἰς τὸ φροντίζειν τῶν τε ἱερῶν καὶ τῶν πολιτικῶν. ἵνα δὲ καὶ ὁ δῆ-
30 μος φανερὸς γίνηται Εὐμένει σπεύδων περὶ τῶν τοιούτων ἀνδρῶν,
δεδόχθαι τῶι δήμωι, στεφανῶσαί τε αὐτοὺς ἐν τοῖς Παναθη-
ναίοις χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς
Εὐμένη τε καὶ τὸν δῆμον, διδότωσαν δὲ αὐτοῖς ἀεὶ οἱ ταμίαι οἱ κα-
<θ>ιστάμενοι κατ’ ἐνιαυτὸν ἐν τοῖς Εὐμενείοις πρόβατον, οἱ δὲ
35 λαμβάνοντες θυέτωσαν Εὐμένει εὐεργέτηι, ἵνα φανερὸς ἦι ὁ δῆμ[ο]ς̣
ἅπασιν εὐχάριστος ὤν. ἀναγράψαι δὲ τήν τε ἐπιστολὴν τὴν
παρ’ Εὐμένου καὶ τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῆι
ἀγορᾶι, τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήλην καὶ τὴν ἀναγραφὴν δοῦναι
τοὺς ταμίας τοὺς ἐφ’ ἱερέως Ἀρκέοντος.
Search Help
Contact Us