Aretalogy of Isis.  Marble stele, broken above and below.
[ ] Thrace — Maroneia — mid 2nd-early 1st c. BC — Grandjean, Une nouvelle Arétalogie (1975) — SEG 26.821 — Bricault, RICIS 114/0202
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]ΑΥΤΗΣ
[— — — — — — — — — — — — — — — — — — — ἐλ]άμβανον γὰρ
[— — — — — — — — — — —]ν θεωρήσειν, ὅτ̣αν πρὸς τὸ μέγεθος
[τῆς εὐε]ργεσίας οἱ λόγοι τῶν ἐπαίνων μὴ ἐλλίπωσιν. v ἧι δὲ
5 [τὰ π]ρῶτα, τὸ μὲν ἐ̣γ̣κ̣ω̣μ̣ί̣ου, τὸ δὲ προσώπου θεῶι κείμενον
[οὐκ ἀν]θρώπωι.  v ὥσπερ οὖν ἐπὶ τῶν ὀμμάτων, Ἶσι, ταῖς εὐχαῖς
[ἐπήκο]υσας, ἐλθὲ τοῖς ἐπαίνοις καὶ ἐπὶ δευτέραν εὐχήν·
[κα]ὶ γ̣ὰρ τὸ σὸν ἐγκώμιον τῶν ὀμμάτων ἐστὶ κρεῖσσον
[ἅπ]αν, οἷς ἔβλεψα τὸν ἥλιον· τούτοις καὶ τὸν σὸν βλέπω κόσμον·
10 πείθομαι δὲ πάντως σε παρέσεσθαι. εἰ γὰρ ὑπὲρ τῆς ἐμῆς καλουμέ-
νη σωτηρίας ἦλθες, πῶς ὑπὲρ τῆς ἰδίας τιμῆς οὐκ ἂν ἔλθοις; θαρ-
ρῶν οὖν πορεύομαι πρὸς τὰ λοιπά, γινώσκων ὅτι τὸ ἐγκώμιον
νοῦς μὲν θεοῦ, χεῖρες δὲ γράφουσιν ἀνθρώπου. καὶ πρῶ-
τον ἐπὶ τὸ γένος ἥξω, τῶν ἐγκωμίων ποιησάμενος ἀρχὴν
15 τὴν πρώτην σου τοῦ γένους ἀρχήν. γῆν φασι πάντων μη-
τέρα γενηθῆναι· ταύτηι δὲ σὺ θυγάτηρ ἐσπάρης πρώτηι,
σύνοικον δ’ ἔλαβες Σέραπιν καί, τὸν κοινὸν ὑμῶν θεμένων γάμον,
τοῖς ὑμετέροις προσώποις ὁ κόσμος ἀνέλαμψεν ἐνομματισθεὶς
Ἡλίωι καὶ Σελήνηι. δύο μὲν οὖν ἐστε, καλεῖσθε δὲ πολλοὶ παρ’ ἀν-
20 θρώποις· μόνους γὰρ ὁ βίος ὑμᾶς θεοὺς οἶδεν. πῶς οὖν τῶν
ἐγκωμίων οὐ δυσκράτητος ὁ λόγος ὅταν δέηι τὸν ἔπαινον
πολλοῖς θεοῖς προναῶσαι; αὕτη μεθ’ Ἑρμοῦ γράμμαθ’ εὗρεν
καὶ τῶν γραμμάτων ἃ μὲν ἱερὰ τοῖς μύσταις, ἃ δὲ δημόσια
τοῖς πᾶσιν. αὕτη τὸ δίκαιον ἔστησεν, ἵν’ ἕκαστος ἡμῶν
25 ὡς ἐκ τῆς φύσεως τὸν θάνατον ἴσον ἔσχεν καὶ ζῆν ἀπὸ τῶν
ἴσων εἰδῆι. αὕτη τῶν ἀνθρώπων οἷς μὲν βάρβαρον, οἷς δ’ ἑλλη-
νίδα διάλεκτον ἔστησεν, ἵν’ ἦι τὸ γένος διαλλάσσον μὴ μό-
νον ἀνδράσιν πρὸς γυναῖκας ἀλλὰ καὶ πᾶσι πρὸς πάντας.
σὺ νόμους ἔδωκας, θεσμοὶ δ’ ἐκαλοῦντο κατὰ πρώτας· τοι-
30 [γα]ροῦν αἱ πόλεις εὐστάθησαν, οὐ τὴν βίαν νομικὸν ἀλλὰ
[τ]ὸν νόμον ἀβίαστον εὑροῦσαι. σὺ τιμᾶσθαι γονεῖς ὑπὸ
[τ]έκνων ἐποίησας, οὐ μόνον ὡς πατέρων, ἀλλ’ ὡς καὶ θεῶν
[φ]ροντίσασα· τοιγαροῦν ἡ χάρις κρείσσων ὅτε τῆς φύσε-
ως τὴν ἀνάγκην καὶ θεὰ νόμον ἔγραψεν. σοὶ πρὸς κατοίκησιν
35 Αἴγυπτος ἐστέρχθη. σὺ μάλιστα τῆς Ἑλλάδος ἐτίμησας τὰς
Ἀθήνας· κεῖθι γὰρ πρῶτον τοὺς καρποὺς ἐξέφηνας· Τριπτόλε-
μος δὲ τοὺς ἱεροὺς δράκοντάς σου καταζεύξας ἁρματοφο-
ρούμενος εἰς πάντας Ἕλληνας διέδωκε τὸ σπέρμα· τοιγαροῦν
τῆς μὲν Ἑλλάδος ἰδεῖν σπεύδομεν τὰς Ἀθήνας, τῶν δ’ Ἀθη-
40 νῶν Ἐλευσῖνα, τῆς μὲν Εὐρώπης νομίζοντες τὴν πόλιν, τῆς
δὲ πόλεως τὸ ἱερὸν κόσμον. ἔγνω τὸν βίον ἐξ ἀνδρὸς
συνεστηκότα καὶ γυναικός· ἔγνω [— — —]τερον τὴν γυ-
ναῖκα· πῶς ἔδει τὸ ἧσσον [— — — — — — — — — — — —]
[—]Ν ἐσφραγισ[— — — — — — — — — — — — — — — —]
45 [— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help