[ ] Pamph. — Syedra (Seki, nr.) — 1st c. BC — Dkschr.Wien 85.1965.21,26 — EA 27.1996.30,15 — SEG 41.1411
1 Πάμφυλοι Συεδρῆες ἐπιξύν[ῳ ἐν ἀρούρῃ]
ναίοντες χθόνα παμμιγέων ε․․․․․․ακα φωτῶν,
Ἄρηος δείκηλον ἐναιμέος ἀνδροφόνοιο
στήσαντες μεσάτῳ πόλιος [․]α[․]α ἔρδετε θύσθλα,
5 δεσμοῖς Ἑρμείαο σιδηρείοις μιν ἔχοντ<ο>ς·
ἐγ δ’ ἑτέροιο Δίκη σφε θεμιστεύουσα δικάζ[οι]·
αὐτὰρ ὁ λισσομένῳ ἴκελος πέλοι· ὧδε γ[ὰρ ὑ]μεῖν
ἔσσεται εἰρηναῖος, ἀνάρσιον ὄχλον ἐ[λά]σσας
τῆλε πάτρης, ὄρσει δὲ πολύλλιτον εὐοχθείαν.
10 σὺν δὲ καὶ ὑμέες ἅπτεσθαι κρατεροῖο [π]όν[οι]ο,
ἢ σεύοντες ἢ ἐν δεσμοῖς ἀλύτοις πε[δ]όω[ντες],
μηδ’ ὄκνῳ δόμεναι ληϊστήρων τίσ[ι]ν αἰν[ήν]·
οὕτω γὰρ μάλα πᾶσαν ὑπεγδύσε[σθε κ]όλο[υσιν].
Search Help
Contact Us