[ ]
Mys. — Pergamon — perh. 166-215 AD — CIG 3538; IvP II p. 324 — EA 27.1996.6,2 — IGR 4.360
1 | [— — — — — — — — — — — — — — — — — — — —]λα- |
[— — — — — — — — — — — — — — — — — Κ]λα̣ύδιος | |
[— — — — — — — — — — — — — — —] καὶ Κλαύδιος | |
[— — — — — — — — — — — — μυ]ηθέντες καὶ ἐμβα- | |
5 | [τεύσαντες ἐχρήσαντο καὶ παρέλαβον τ]ὸν ὑπογεγραμμένον |
[— — — — — — — — — — — — — — — —]αῖον χρησμὸν | |
[ὃ]ν χρησμὸν ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι | |
τῆς μητροπόλεως τῆς Ἀσίας καὶ δὶς νεωκόρου πρώ- | |
της Περγαμηνῶν πόλεως ἐν στήλαις ἀναγ̣ράψαντας ἐπί | |
10 | τε τῆς ἀγορᾶς καὶ τῶν ἱερῶν ἀναστῆσαι. |
10a | {²vacat}² |
11 | Τηλεφίδαις, οἳ Ζηνὶ πλέον Κρονίδηι βασιλῆϊ |
ἐξ ἄλλων τιεσκόμενοι Τευθραντίδα γαῖαν | |
ναίουσιν καὶ Ζηνὸς ἐρισμαράγοιο γενέθληι | |
ἠμὲν Ἀθηναίηι πολεμηδόκωι ἀτρυτώνηι | |
15 | ἠδὲ Δι<ω>νύσωι λαθικηδέι φυσιζώιωι |
ἠδὲ καὶ εἰητῆρι νόσ<ω>ν παιήονι λυγρῶν· | |
οἷσι πάρ’ Οὐρανοῦ υἷες ἐθηήσαντο Κάβειροι | |
πρῶτοι Περγαμίης ὑπὲρ ἄκρ̣ι̣ος ἀσ̣τερ̣οπ̣η<τ>ὴ[ν] | |
τικτόμενον Δία, μητρώιην ὅτε γ<α>στ[έρα] λῦσεν̣· | |
20 | φαίην κε ἀτρεκέως ἀψευδέσιν ἄλκαρ̣ <ἐ>π̣’ ὀμφ̣[αῖς], |
<ὡ>ς μὴ δηρὸν ὑπ’ ἀργαλέῃ τ̣ρύοιτό γε νούσωι | |
Αἰακίδης λαός· τὸ δ’ ἐμῶι κεχαρισμένον ἔσται | |
υἱέι· τ<ῷ> κέλομαί σε, θεαρίδ̣ος ἡγέτα ὁδ̣οῖο, | |
τέτραχα μὲν διακρεῖναι ἐφηβητῆρας {²⁷M-S; ἐφ’ ἡ<γ>ητῆρας Welcker}²⁷ ἅπαντας, | |
25 | ὅσσοι ὑπὸ ζαθέην τύρσιν χλαμυδηφόροι εἰσίν, |
καὶ πίσυρας στιχάδεσσιν ἐφ’ ἡγεμονῆ[ας] ὀπάσσαι· | |
τῶν ἡ μὲν Κρονίδην ὕμνωι {μνωι}, μία δ’ Εἰραφιώτη̣ν̣, | |
ἡ δ’ ἑτέρη κούρην δορυθαρσέα Τρειτογένειαν, | |
ἡ δ’ Ἀσκληπιὸν ἄλλη{ι}, ἐμὸν φίλον υἱέα, [․․․]ΙΗΙ | |
30 | ἑπτὰ γεραιρόντων εἰς ἤματα μῆρα ἐπὶ βωμῶ̣ν |
Παλλάδι μὲν μόσχου διετήρονος ἄζυγος ἁγνοῦ | |
δαίοντες, τριένου δὲ βοὸς Διὶ καὶ Διὶ Βάκχωι, | |
ὡσαύτως καὶ παιδὶ Κορωνίδος ἠθαλέοιο | |
ταύρου μήρια ῥέζοντες προτιτύσκετε δαῖτα, | |
35 | ἠίθεοι χλαμύδεσσι ἀμφέμμενοι ὁππόσοι ἐ[σ]τ̣έ, |
μὴ σφετέρων νόσφιν πατέρων· λοίβ̣ῃ δ̣’ ἐφ’ ἑκάστῃ | |
σπένδοντες λοιμοῖο παρ’ ἀθανάτων ἄκος ἐσθλὸν | |
αἰτ̣έετε, <ὡ>ς τηλουρὸν ἐς ἐχθ̣οδ̣απ̣ῶν χθόνα φωτῶν | |
ἐκτόπιος προνέοιτ[ο ․․․]ε̣․․․․ρ̣[— — —] | |
40 | — — — |