[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — 3rd c. BC — Preatti XI Congr., 1997.175-179 [1] w/ Handout
1 ἐπὶ Κοννίωνος, μηνὸς Ποσιδει-
ῶνος, ὀγδόῃ ἀνομένου· {²vac.}²
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, Ποσῆς [Ἀ]-
πολλωνίου ἐπεψήφισε, γνώμη τῶν ἐπ[ι]-
5 μηνίων· ἐπειδή τινες τῶν πολιτῶν, ἐν
τοῖς ἔμπροσθεν χρόνοις ἀγοπάζοντ̣ε[ς]
τέλη οὐ παρὰ τῆς πόλεως ἀλλ’ ἄλλοθεν, ἐνοχ̣[λο]-
ῦν τοὺς ἐνεκτημένους τοὺς ἐν τῆι
χώραι παρὰ τὸ δίκαιον· δεδόχθαι τῆι βο̣[υ]-
10 λῆι καὶ τῶι δήμωι· μὴ ἐξεῖναι τῶν πολι-
τῶν μηθενὶ μήτε τῶν οἰκοῦντων ἐν τῆι
Κολοφωνίων τέλη ἀγοράσαι ἄλλοθεν
ἢ ἐκ Κολοφῶνος τῆς ἐπὶ θαλάττηι· ὃς δ[ὲ]
ἀγοράσηι ἢ μετάσχηι ἢ αὐλῆι δέξηται
15 τούτων τινά, ὀφειλέτω ἕκαστος δρ-
αχμὰς χιλίας ἱερὰς τῶι Ἀπόλλωνι· φα[ι]-
νέτω δὲ ὁ βουλόμενος ἐπὶ τῶι ἡμίσει
πρὸς τοὺς νομοφύλακας· ἐὰν δέ τις ἀδι-
κηθῆι τῶν ἰδιωτῶν ὑπό τινος τῶν τε-
20 λωνῶν ἢ ὁ τελώνης ὑπὸ τῶν ἰδιωτῶν,
εἶναι αὐτοῖς τὰς κλήσεις κατὰ τὸν νό-
μον, τὰς δὲ δίκας γίνεσθαι ἅμα ταῖς ἐργων[ι]-
καῖς καὶ τελωνικαῖς κατὰ τὸ διάγραμ-
μα τοῦ βασιλέως· ἀναγράψαι δὲ τόδε
25 τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ
στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος·
ἀναγράψαι δὲ καὶ τὸ ἐπὶ Σιττᾶδος ψη-
φισθὲν ὃ εἶπαν οἱ ἐπιμήνιοι ὅπως μη-
θεὶς τέλη ἀποτίνῃ τῶν πολιτῶν πα-
30 ρὰ τὸ δίκαιον· τοὺς δὲ πωλητὰς
ἀποδόσθαι τὸ ἔργον, τὸ δὲ ἀργύριο[ν]
τοῦ ἔργου δοῦναι τὸν οἰκονόμον. {²vac.}²
Search Help
Contact Us