[ ] Mys.: Miletupolitis — Uluabat [Aa,Ab: Kyzikos / Miletupolis?] — Sber Berlin 1889,367-371 Nr.2
1 [ἔδο]ξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· ἐπεὶ Μαχάων Ἀσκλη[π]ιά[δου, ἀνὴρ]
[κ]α[λὸς] ὢν καὶ ἀγαθὸς ἐν ἀρχῇ τε πολλὰς καὶ μεγάλας παρ[έσχε]
[τ]ο ἀεὶ χρείας, ἐνδόξως καὶ καλῶς ἀναστρεφόμεν[ος ἔν]
τε ταῖς ἀρχαῖς καὶ ταῖς πρεσβείαις καὶ μετὰ ταῦτα περισ̣[τά]-
5 ντος πολέμου τοὺς πολίτας οὗτ<ο>ς ἑαυτῷ βουλόμεν̣[ος]
[ἀκ]ολούθ<ο>ς [γε]νέσθαι τήν τε πρὸς τὸ πλῆθος εὔνοιαν [καὶ προθυμίαν ἐφύ]-
λασ<σ>ε καὶ, τῆς πόλεως περιεχομένης, οὐδέν̣α λόγον ποιη[σάμε]-
νος τῶν̣ [κινδύν]ων, εἰς τὰ κοινῆι συμφέροντα αὐθαιρέτως ἐ[πέδω]-
κεν [ἑ]αυ[τὸν], πρεσβεύσας τε πρὸς Μάρκον Κοσκώνιο[ν τὸ]-
10 ν ἐμ Μακεδονίᾳ τότε στρατηγὸν, πάντα τὰ συμφ[έροντα]
τῆι πόλει διεπράξατο, χρείαν δὲ ποησαμένου τοῦ [δήμου]
τῶν πρεσβευσόντων πρὸς τὴν σύγκλητον τὴν Ῥωμαίων, [διὰ]
τοὺς περιεστῶτας κινδύνους οὖτος ὁμοίως οὔτε κακοπ[αθία]-
ν, οὔτε κίνδυνον ἑκκλίνων, οὔτε τῶν κατὰ τὸν βίον ἐλασσωμάτ[ων λ]-
15 όγον ποιησάμενος, προθύμως ἐπέδωκεν ἐπὶ τὴν πρεσβείαν ἑαυ[τὸν κ]-
αὶ ἐμφανίσας τὴν περὶ τὴν πόλιν κατάσ{σ}τασιν {²⁶κατάστασιν}²⁶, ἔλαβεν ἀπόκρισι[ν φ]-
ιλάνθπωπον καὶ ἀκόλουθον τῇ τε τῶν πολιτῶν πρὸς τὸν δῆμ[ον τ]-
ῶν Ῥωμαίων εὐνοίᾳ καὶ τῇ ἑαυτοῦ περὶ τὰ κοινὰ φιλοτιμίᾳ· διαβά̣[ντ]-
ων δὲ [τ]ῶν Ῥωμαίων εἰς τὴν Ἀσίαν πρὸς πάντας πρεσβεύων διετ[έλει]
20 περὶ τῆς πόλεως ἐμφανίζων δίκαια καὶ συστρατευόμενος α[ὐτοῖς οὐκ ἀπέ]-
λειπεν, οὓς παριστάμενοη πρὸς τὴν εὔνοιαν τ[οῦ δή]μου ․․[ — ]
γ̣ραφον καὶ τῶν πραγμάτων γνησίως πρὸς τὸ πα [ — — — — — — — ]
[ἠν][γ]κατο· ἑξξῆς {²⁶ἑξῆς}²⁶ ταγεὶς στρατηγὸς ἐπὶ τῆς ․[ — — — — — — ]
ς ἐπιτροχάζων τῶν διηγωνιτ․․[ — — — — — — — — — — — — — — κί]-
25 νδυνον καὶ κακοπαθίαν ․[ — — — — — — — — — — — — — — — τοῖς]
πολίταις καὶ με[τὰ ταῦτα — — — — — — — — — — — — — — — πρεσ]-
βεύσοντο̣[ς — — — — — — — — — — — — — — — — — — — — — — — — ]
Search Help
Contact Us