[ ] Mys.: Kyzikene — Çarık Köy [Ab: Kyzikos] — 41-54 n.Chr. — HellSyll 7,1872/73, 23
1 ἐπὶ Παυσανίου τοῦ Εὐμένους τὸ [․ʹ ἱππ]άρχεω, μηνὸς Καλαμαιῶνος,
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Παυσανίας Εὐμ[ένους] Αἰγικορεὺς μέσης ἐπὶ Δημητρίου εἶπεν· ἐπεὶ
Ἀντωνία Τρύφαινα βασιλέως Πολέμωνος καὶ βα[σιλίσσ]ης Πυθοδωρίδος θυγάτηρ τὸν αἰώνιον τοῦ μεγίστο[υ]
θεῶν Τιβερίου Σεβαστοῦ Καίσαρος οἶκον καὶ τὴν ἀθά[νατον ἡ]γεμονίαν αὐτοῦ διὰ παντὸς εὐσεβοῦσα συγκαθιέρωσ[ε]
5 τῆι Πολιάδι Ἀθηνᾷ ἄγαλμα τῆς μητρὸς αὐτοῦ Σεβαστ[ῆς Νε]ικηφόρου καὶ λαβοῦσα παρὰ τῆς πόλεως ἱερητείαν αὐτῆ[ς]
ἐν τῆι πέρσυ {²⁶πέρυσι}²⁶ ἀγομένῃ ἀτελείᾳ τῶν Παναθηναίων τ[οῖς Σε]βαστοῖς πάντα μὲν τὰ πρὸς εὐσέβειαν τῶν θεῶν κα-
[τὰ] τὸ ἔθος αὐτῆς ἐκπρεπῶς <θυσιῶ>ν πολλῶν ἱερουργ[ουμένω]ν ἐξεπλήρωσεν, τῆι δὲ ἐνφύτωι φιλανθρωπίᾳ πρός
τε τοὺς ἐνχωρίους καὶ τοὺς ξένους ἐχρήσατο ὡς <θαυμάζεσθαι> ὑπὸ τ[ῶν ἐπιδη]μού<ν>των ξένων μετὰ πάσης ἀποδοχῆς ἐπί τε εὐσε-
βείαι καὶ ὁσιότητι καὶ φιλοδοξίᾳ, ἐν δὲ τῶι κατ’ ἔτος [ἐνιαυτῶ]ι ἀπούσης μὲν αὐτῆς, πάντων δὲ συντετελεσμένων
10 ἐκπλέως κατὰ τὴν ἐκείνης εὐσέβειαν καὶ τῶν ἀπὸ τῆς οἰ[κουμέν]ης ἐνπόρων καὶ ξένων τῶν ἐληλυθότων εἰς τὴν πανή-
γυριν βουλομένων ἀναθεῖναι α̣ὐτῆς ὅπλον εἰκονικὸν ἐπ[ίχρυσ]ον καὶ διὰ τοῦτο ἐπεληλυθότων ἐπί τε τὴν βουλὴν καὶ τὸν
δῆμον καὶ ἀξιούντων συνχωρηθῆναι αὐτοῖς ποιήσασθαι τὴν ἀνάθεσιν· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
συγκεχωρῆσθαι αὐτοῖς ἀναθεῖναι τὸ ὅπλον ἐν τῷ τῆς Πολιάδος ναῷ, ἐφ’ ὧ καὶ ἐπιγράψαι· οἱ ἀπὸ τῆς Ἀσίας ἐργασταὶ
ἀφειγμένοι εἰς τὴν πανήγυριν καὶ ἀτέλειαν τὴν ἀγομένην ἐν Κυζικῷ τοῖς Σεβαστοῖς καὶ τῇ Πολιάδι Ἀθηνᾷ
15 Ἀντονίαν Τρύφαιναν, βασιλέως Πολέμωνος καὶ βασιλίσσης Πυθοδωρίδος Φιλομήτορος θυγατέρα, ἱερήαν Σεβασ-
τῆς Νεικηφόρου, διά τε τὴν περὶ τὸν τοῦ μεγίστου θεῶν Τιβερίου Σεβαστοῦ Καίσαρος οἶκον εὐσέβειαν καὶ διὰ τὴν
ἐν πᾶσι σεμνότητα καὶ εἰς ἑαυτοὺς εὐεργεσίαν.
Search Help
Contact Us