[ ] Aiol.Mys.: Kaikos — westl. von Kınık [Ac: Gambreion] — term.ante 326/325 v.Chr. — CIG 3561, Add. p.1127
1 θεὸς· τύχη ἀγαθή·
βασιλεύοντος Ἀλ-
εξάνδρου, ἔτει ἑν-
δεκάτωι, Μενάνδ-
5 [ρ]ου σατραπεύοντο-
ς, ἐπὶ πρυτάνιος Ἰσ-
αγόρου, Κ[ρ]ατεύας ἔ-
δωκεν Ἀριστομέν-
ει γῆν̣ ψιλὴν ἀγρὸν
10 ἐποικίσαι πρὸς τῶι
φυτῶι <τῶι> ἐπὶ Κρατεύ-
α φυτευθ̣έντι· ὁ δὲ πε-
ρίβολός ἐστιν τῆς γ-
ῆς σπόρου κύπρων ἑκ-
15 ατὸν ἑβδομήκοντα
καὶ οἰκόπεδα καὶ κῆπ̣-
ος· φόρος δὲ τοῦ κήπο-
υ χρυσοῦς ἕκα[σ]το-
ν ἐνιαυτόν.
Search Help
Contact Us