[ ] Tr.: Skamander u. Nebentäler — ? [A: Ilion] — letztes Drittel 3.Jh.v.Chr. (wohl vor 202 v.Chr.) — IK 3,5
1 ἐπὶ ἀγωνοθετῶν Εὐπολέμου τοῦ
Ποσειδωνίου Ἰλιέως, Λύσιδος τοῦ Γύ-
νου Ἀσσίου, Μητροθέμιδος τοῦ Κλεανα-
κτίδου Δαρδανέως, Ἰδομενέως τοῦ Σφο-
5 δριάδου Λαμψακηνοῦ, Πολυκλείους τοῦ Ἀπα-
τουρίου Παριανοῦ, γραμματεύοντος δὲ
Ἀσκληπιοδώρου τοῦ Μηνίου Δαρδανέως,
μικρῶν Παναθηναίων· τούσδε ἐνέγρα-
ψαν οἱ ἀγωνοθέται ὀφείλοντας τῆι πανηγύ-
10 ρει· τὴμ πόλιν τὴγ Καλχηδονίων οὐ κατενέγ-
κασαν τοὺς τόκους δραχμὰς Ἀλεξανδρέ-
ας χιλίας διακοσίας τριάκοντα καὶ τῆς ἐ-
πισχέσεως τῆς δοθείσης τὸ ἐπιβάλλον
τῶι ἐνιαυτῶι Ἀλεξανδρείας εἴκοσι πέντε,
15 καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀπέστειλαν
Ἀλεξανδρείας χιλίας, καὶ ὅτι τὴμ βοῦν οὐκ ἤ-
γαγεν Ἀλεξανδρείας χιλίας· τὴμ πόλιν
τὴν Μυρλεανῶν οὐ κατενέγκασαν τοὺς
τόκους Ἀλεξανδρείας διακοσίας τεσ-
20 σαράκοντα πέντε τριώβολον, καὶ ὅτι τὴν
βοῦν οὐκ ἀπέστειλεν Ἀλεξανδρεί-
ας χιλίας, καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀ-
πέστειλεν Ἀλεξανδρείας χιλίας·
καὶ οὓς ζημιώσαντες καὶ οὐ δυνάμε-
25 νοι πρᾶξαι καὶ ὀμόσαντες κατὰ τὸν νό-
μον ἀνεγράψαμεν ὀφείλοντας τῆι πανη-
γύρει· οἱ ἀγωνοθέται ζημιοῦσιν Μενε-
κράτην Διονυσίου Ἰλιέα δραχμαῖς ἑκα-
τὸν ὅτι ἐργολαβήσας ταῦρον ὑποστή-
30 σεσθαι καὶ λαβὼν ἀρραβῶνα Ἀλεξανδρ[εί]-
       [ας — — —].
Search Help
Contact Us