MbBerlin 1880:646
[ ] Capp. — Hanisa (Kültepe) — 2nd-1st c. BC — MbBerlin (1880) 646 — L. Robert, Noms indigènes (1963) 458 — Michel 546
1           ἀγαθῆι τύχηι.
ἔτους ζʹ, μηνὸς Δίου, ἐν Ανίσοις, ἐπὶ
δημιουργοῦ Παπου τοῦ Βαλασωπου
ἔδοξεν Ανισηνῶν τῆι βουλῆι καὶ τῶι
5 δήμωι· πρυτανίων εἰπάντων· ἐπεὶ
Ἀπολλώνιος Αββατος ὑπάρχων ἀνὴρ καλὸς
κἀγαθὸς διατελεῖ περὶ τὸ ἡμέτερον πολίτευμα,
ἄρξας τε ἐν τῶι δʹ ἔτει μετὰ καὶ ἑτέρων <— — —>ος
καὶ ἀντιποιησάμενος τὴν Σινδηνοῦ τοῦ
10 Ἀπολωνίου ἀκληρο<νο>μήτου οὐσίαν, ὑποστησά-
μενος δαπάνας τε καὶ κακοπαθίας, καλούμενος
ἐν Εὐσεβείαι ἐπὶ τὴν δικαιοδοσίαν ἐπί τε
Μηνοφίλου τοῦ Μαιδάτου ἀρχιδιοικητοῦ κα[ὶ]
Ἀλεξάνδρου τοῦ Σασᾶι τοῦ ἐν Εὐσεβείαι ἐπὶ τῆς
15 πόλεως ὑπό τε Ανοπτηνου τοῦ Τειρεους τοῦ καὶ
ἀντιποιουμένου τὴν κληρονομίαν καὶ ἑτέρων
τινῶν πολιτῶν, οὐ προέδωκεν τὸν δῆμον, ἀλλὰ
σπουδὴν καὶ φιλοτιμίαν εἰσενεγκάμενος περι-
εποίησεν τῶι δήμωι κατὰ ἀπόφασιν τὴν κληρο-
20 νομίαν· δι’ ὃ δεδόχθαι τῆι βουλῆι καὶ τῷ δήμωι·
μὴ ἀπαρασήμαντον ἐᾶσαι τὴν τοῦ ἀνδρὸς καλοκαγα-
θίαν, ἀλλὰ κατὰ τὴν γεγενημένην ἐν βουλῆι καὶ ἐκλη-
σίαι χειροτονίαν ὑπάρχειν αὐτὸν εὐεργέτην τοῦ
δήμου καὶ στεφανοῦσθαι ἔν τε τοῖς Διοσσωτηρίοις
25 καὶ Ἡρακλείοις καὶ ἐν ταῖς κατὰ μῆνα καὶ κατ’ ἐνιαυτὸν
δημοτελέσι συνόδοις χρυσῶι στεφάνωι, τοῦ ἱερο-
κήρυκος ἀναγορεύοντος κατὰ τάδε· "ὁ δῆμος
στεφανοῖ Ἀπολλώνιον Αββα εὐεργέτην χρυσῶι
σ<τ>εφάνωι τύχηι ἀγαθῆι"· τοῦ δὲ ψηφίσματος τούτου
30 τὸ ἀντίγραφον ἀναγράψαντα εἰς πίνακα χαλκοῦν
ἀναθεῖναι ἐν τῶι προνάωι τοῦ τῆς Ἀστάρτης ἱεροῦ,
ὅπως ἂν και οἱ λοιποὶ θεωροῦντες τὸ τοῦ δήμου
εὐχάριστον πειρῶνται ἀεί τινος ἀγαθοῦ παραίτιοι
γίνεσθαι τῆι πόλει.
35                                           ἔδοξε.
Search Help
Contact Us