[ ] Lycia, W. — Xanthos (Kınık) — early 1st c. BC
1  Αἴχμων Ἀπολλοδότου
   Σαρπ̣ηδόνιος, αἱρεθ̣εὶς ὑπὸ
 Λυκίων ἐπὶ τοῦ συναχθέντος στρατοπέδου
καὶ ἐπὶ τῶν τὰ ἐναντία πραξάντων τῷ ἔθνει
5 καὶ προσκαρτερήσας πάντα τὸν τῆ[ς] στρατείας
  χρόνον φιλοπόνως καὶ φιλοκινδύνως,
καταγωνισάμενος τοὺς ὑπεναντίο̣υς Ἄρῃ χαριστήριον.
Search Help
Contact Us