[ ]
Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — aft. 98 AD
1 | [— — — —]Η․2-3․ΩΝ Τ̣ρ̣αϊανείων, π̣α̣τ̣ρὸ[ς ἀρχιερέ]- |
[ως τῶν Σεβα]στῶν καὶ γραμματέος Λυκίω[ν — —] | |
[— — — Μ]ε̣νεδήμου, ἐξάδελφον Φλαυίου [— — —] | |
[—]Υ ἀρχιερέων τῶν Σεβαστῶν καὶ γραμμα[τέ]- | |
5 | [ων] Λυκίων, ἀπόγονον στρατηγῶν ναυάρχων, γυ- |
μ̣νασιαρχήσαντα τῶν νέων ἐν ἐθνικῇ πανηγύ- | |
ρει ἐν ᾧ ἔτει ἠρχ̣ιέρατο ὁ πατὴρ αὐτοῦ, γυμνασιαρχή- | |
σα̣ν̣τα τῶν γ[ε]ραιῶν καὶ ἐν πάσαις ἀρχαῖς φιλοδο- | |
ξήσαντα, δεδωκότα δὲ καὶ ἰς τὴ̣ν καθ’ ἔτος πα- | |
10 | νήγυριν μετὰ̣ π̣ατρὸς (δραχμὰς) μυρίας καὶ ἰς βαλανεί- |
ου κ̣ατα[σ]κευ[ὴν] (δραχμὰς) πεντακισχειλίας, τετειμη- | |
μένον πεντάκις̣ ὑ̣πὸ Λυκίων τοῦ κοινοῦ καὶ ὑ- | |
πὸ τῆς πατρίδος ταῖς καθ’ ἔτος τειμαῖς, | |
Ξανθίων τῆς τοῦ Λυκίων ἔθνους μητρο- | |
15 | πόλεος ἡ βουλὴ καὶ ὁ δῆμος |
τὸν ἴδιον πολείτην. |