[ ]
Car., Rhod.Per. — Pisye (Yeşilyurt) — 2nd/1st c. BC — AAWW 29.63-64
1 | [τ]ὸ κοινὸν τὸ Πισυητῶν καὶ Πλαδα̣[σσέ]- |
[ω]ν τῶν μετὰ Πισυητῶ̣ν καὶ τὸ κοινὸν τὸ Ταρμ[ια]- | |
[ν]ῶν ἐτείμησε καὶ ἐστεφάνωσε χρυσέῳ στεφά- | |
νῳ καὶ ἔθαψεν δημοσίᾳ ταφῇ Μόσχον Ἀντιπ[ά]- | |
5 | [τ]ρου τοῦ Μόσχου Ῥόδιον, ἀρετῆς ἕνεκα καὶ εὐ- |
νοίας ἣν ἔχων διετέλει εἰς τὸ κοινὸν τὸ Ταρμ[ι]- | |
[α]νῶν καὶ εἰς τὸ κοινὸν τὸ Πισυητῶν καὶ Πλα- | |
δασσέων τῶν μετὰ Πισυητῶν. |