[ ] Phryg. — Laodikeia on the Lykos (Eskihisar) — 1st-2nd c. AD? — MDAI(A) 16 (1891) 144-145 — Rob., Laod.Lyc. 265 — IGR 4.860; MAMA VI,List 140,12
1 οἱ ἐπὶ τῆς Ἀσίας Ῥωμαῖοι καὶ Ἕλληνες καὶ ὁ δῆ-
μος ὁ Λαοδικέων ἐτείμησαν Κοίντον Πομπώ-
νιον Κοίντου υἱὸν Γαλερία Φλάκκον ἥρωα, στρατη-
γήσαντα τῆς πόλεως δημ<ω>φελῶς καὶ γενόμενον ἐπὶ
5 τῶν δημοσίων προσόδων, ἀγορανομήσαντά τε πολυτε-
λῶς καὶ ἑκατέρους τοὺς θερμοὺς περιπάτους καύσαντ[α]
πρῶτον καὶ μόνον, ἀλείψαντά τε ἐν ταῖς ἐπισήμοις ἡμέ-
ραις παρ’ ἑαυτοῦ κατὰ μῆνα καὶ νομοφυλακήσαντά τε μετὰ
τοῦ καὶ τὰς ὑπὲρ τῶν οἰκονομημάτων δαπάνας πεποι-
10 ῆσθαι παρ’ ἑαυτοῦ καὶ στρατηγήσαντα διὰ νυκτὸς ν[ο]-
μίμως καὶ πρεσβεύσαντα εἰς Ῥώμην ὑπὲρ τῆς πατρίδ[ος]
παρ’ ἑαυτοῦ καὶ ἐπιδίδοντα ἐν εὐανγελίοις εὐψύχω[ς]
στρώσαντά τε παρ’ ἑαυτοῦ ἔνπροσθεν τοῦ Διὸς [λευ]-
κολίθῳ καὶ ἀλείψαντα τὴν πόλιν πάλιν παρ’ ἑαυτο[ῦ]
15 τοῖς κατ’ ἄνδρα δράκτοις ἐγ λουτήρων. τελ[ειωσάν]-
των τὸ μνημῆον Κοΐντου Πομπωνίου [— — —]
τῶν ἀδε[λφ]ῶν αὐτοῦ, ποιησαμέν[ων — — —]
ΤΥ[— — —]ης καὶ συνδαπ̣[ανησαντ— — —]
[— — — α]ὐτοῦ ΚΟ[— — —]
20 — — —
Search Help
Contact Us