[ ]
Phryg. — Hierapolis (Pamukkale)
| a.1 | ἡ σορὸς καὶ ὁ περὶ αὐτὴν τόπος σὺν τῷ ὑποκιμένῳ βαθρικῷ |
| Μάρ(κου) Αὐ(ρηλίου) Διοδώρου Κορήσκου ἐπίκλην Ἀσβόλου, ἐν ᾗ κηδευθήσεται | |
| αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ κὲ τὰ τέκνα αὐτοῦ· περιών τε κηδεύσω | |
| ὃν ἂν βουληθῶ· ἑτέρῳ δὲ οὐδενὶ ἔξεστει κηδευθῆναι· εἰ δὲ μή, ἀποτείσι | |
| 5 | προστείμου τῷ ἱερωτάτῳ ταμείῳ (δην.) φʹ καὶ τῇ σεμνοτάτῃ γερουσίᾳ (δην.) φʹ. |
| ὅσον ἂν πορίσῃς βίον, ὦ φίλε παροδεῖτα, εἰδὼς ὅτι τὸ τέλος ὑμῶ[ν] | |
| τοῦ βίου ταῦτα. | |
| b.1 | κατέλειψα δὲ καὶ τῷ συνεδρίῳ |
| τῆς προεδρίας τῶν πορφυρα- | |
| βάφων (δην.) ͵γ ἰς ἀποκαυσμὸν | |
| τῶν παπων τῇ ἐθίμῳ ἡμέρᾳ | |
| 5 | ἐκ τοῦ τόκου αὐτῶν· εἰ δέ τις ἀμελήσει |
| αὐτῶν τὸ μὴ ἀποκαῦσαι, γενέσθαι τὸ | |
| καταλελειμένον τῆς ἐργασίας τῆς θρεμ- | |
| ματικῆς. κηδευθήσεται δὲ καὶ ἡ γυνή. |