[ ] Pont. — Sebastopolis (Sulusaray) — mid-2nd c. AD — CRAI 1892.33,6 [IGR III.115] — ZPE 87.1991.200,12
1 Μ. Ἀντώνιον Σεργία Ῥοῦφον ἀπό τε τῶν πρ[ο]-
γόνων διασημότατον κα[ὶ] ἀπὸ τῶν ἰδίων αὐτοῦ
φιλοτειμιῶν λαμπρότατον, πάσας μὲν λειτουρ-
γίας διεξελθόντα, ἐν πάσαις δὲ φιλοτειμίαι[ς]
5 εὐδοκιμήσαντα, ἄρξαντα καὶ θιασαρχήσαν-
τα πολλάκις, ἀγορανομήσαντα πλεονάκις,
πονταρχήσαντα ἐν τῇ μητροπόλει τοῦ Πό[ν]-
του Νεοκαισαρείᾳ, πολλὰ μὲν καὶ μεγά-
λα ἔργα κατασκευασάμενον δι’ ἐπιμε-
10 λείας, πολὺ δὲ πλείονα ἀπὸ τῶν ἑαυτ[οῦ],
πρῶτον μὲν ἀνοίξαντα τὸ γυμνάσιον, ἀρ-
χιερασάμενον δὲ διὰ βίου τῷ θειοτάτῳ
Αὐτοκράτορι Ἁδριανῷ μετὰ τῆς διασημο-
τάτης [γ]υναικὸς αὐτοῦ Ἀντωνίας Στρατ[ο]-
15 νείκης, κυνηγέσια καὶ μονομαχίας
διαφερούσας παρεσχημένον, ἐπιμελη-
θέντα δὲ καὶ τοῦ μετὰ τὴν τελευτὴν ἑαυ-
τοῦ χρόνου καὶ θέας ἐτησίους καὶ φιλοτει-
μίας δαψιλεῖς διὰ βίου καταλιπόντα,
20 καί, ὃ μέγιστόν ἐστιν, διάδοχον καὶ τοῦ γένο[υ]ς
καὶ τῶν φιλοτειμιῶν τὴν ἑαυτοῦ θυγατέρα
Ἀντωνίαν Μαξίμαν παρασχόμενον καὶ
ὁμώνυμον θυγατριδοῦν ἐξ ἀνδρὸς πρω-
τεύοντος ἐν τῇ μητροπόλει Ἀμασείᾳ καὶ
25 παρ’ ἡμεῖν Κορνηλιανοῦ Καπίτωνος
καὶ ζῶντα πολλάκις ἡ Σεβαστοπολειτῶν
πόλις καὶ τελευτήσαντα ἐτείμησεν τῇ τῶν
ἀνδριάντων κατὰ φυλὴν ἀναθέσει· ἀνέ-
θηκεν δὲ τοὺς ἀνδριάντας ἀπὸ τ[ῶ]ν ἑα[υ]-
30 τῆς ἡ θυγάτηρ αὐτοῦ Ἀντωνία Μαξίμα.
Search Help
Contact Us