[ ] Car. — Aphrodisias — 117-138 AD — LBW 1620; MAMA VIII 417
1 [․․․ 12/13 ․․․]Ι̣Τ̣Ο̣#⁷̣Ξ̣#⁷̣#⁷̣[․․․․․]
[․․ 9/10 ․․]Ι̣ stop ἔδοξεν τῇ ἱερᾷ ξ[υστικῇ πε]-
ριπολιστικῇ εὐσεβεῖ σεβαστῇ [συνόδῳ καὶ]
τῷ σύνπαντι ξυστῷ τῶν περὶ τ[ὸν Ἡρακλέα]
5 καὶ αὐτοκράτορα Καίσαρα Τραιαν[ὸν Ἁδρι]-
ανὸν Σεβαστὸν διαπέμψασθαι [τόδε τὸ ψήφισ]-
μα τῇ ἱερωτάτῃ Ἀφροδεισιέων βο[υλῇ καὶ]
τῷ δήμῳ stop ἐπεὶ Καλλικράτης Διογέν̣[ους Ἀφρο]-
δ̣εισιεὺς πανκρατιαστὴς ἱερονείκη[ς πλεισ]-
10 [τ]ονείκης ἀπὸ πρώτης ἡλικίας ε[ἰς τὰς ὁ]-
δοὺς τῆς ἀρετῆς τραπεὶς ἱδρῶσι [καὶ πό]-
νοις ἐκτήσατο τὴν εὐκλεῆ δόξαν [․․ 5/6 ․․]-
τητός τε παρὰ πᾶσιν ἀνθρώποις καθ’ [ὅλης τῆς]
οἰκουμένης γείνεται διά τε τὴν ὁλόκλ[ηρον]
15 αὐτῷ πεφιλοπονημένην σοφίαν· σώματ̣ι γὰρ -
περβάλων ἅπαντας ἀρχαίους ἐθαυμάσθη [τὴν]
[φύ]σιν, ψυχῆς τε ἐπιμελούμενος ἐμακαρί-
ζετο τὸν τρόπον· ὧν ἕνεκα ἁπάντων πρὸς
τὸ ὑπερβάλλον τῆς δόξης ἑρπύσας ὁ βάσκα-
20 νος φθόνος τὸ κοινὸν ἡμῶν ἀγαθὸν νεμεσή-
σας ἀπήνεγκεν ἐνειρείσας εἰς μέρη το σώμα-
τος τὰ εὐχρηστότατα πανκρατιασταῖς, τοὺς -
μους· διὸ ἔδοξεν τύχῃ τῇ ἀγαθῇ αἰτήσασ-
θαι τὴν Ἀφροδεισιέων πόλιν τόπους ἐπιτη-
25 δείους, ὅπως ποιησώμεθα τοῦ μεγάλου ἱερο-
νείκου εἰκόνων ἀναθέσεις καὶ ἀνδρειάν-
τος ἀνάστασιν καθὰ καὶ ἐν τῇ μητροπόλει
τῆς Ἀσίας Ἐφέσῳ stop ἐχουσῶν τῶν τειμῶν
ἐπιγραφὰς τὰς προσηκούσας τῷ Καλλικράτει,
30 ἵνα διὰ τούτου τοῦ ψηφίσματος τὸ βαρύθυμον
πρὸς εἱμαρμένην ἀπαραίτητον α τῶν τει-
μῶν χάριτες εὐπαρηγόρητον ἡμεῖν τὸν συν-
%⁸¹αθλητὴν καταστήσωσιν vac.
Search Help
Contact Us