[ ] Lyd., N.E. — Daldis: Kurttutan
1     Πάννυχος καὶ Χρυσεὶν Πόπλειν
    τὸν υἱόν, Εὐφήμη, Εὔφημος, Μᾶρκος
    τὸν ἀδελφόν.
ἄρτι με τὸν μέλλοντα χρόνον βιοτᾶς κομίσ[α]-
5 σθαι | Πόπλιον ἥρπασε μοῖρα καὶ οὐκ ἤασε γο[νεῦ]-
σιν | ἐσθλὰς γηροτρόφους ἄντα διδεῖν χά[ριτας]· |
δώδεκα γὰρ πλήσας ἐτέων χρόνον ἦλ[θα προμο]-
ίρ̣ως | τοὺς στυγεροὺς ἀδίκως Φερσεφ[όνης]
θαλάμους. | Πάννυχε, χρηστὲ πάτερ, κα[ὶ Χρυσ]-
10 ίον, οἵ με τεκόντες, | μηκέτι πένθος ἄχ[ρησ]-
τον ὀδύρετε, μηδ’ ἐπὶ κωφοὺς | τύμβους ἐρχ[ό]-
μενοι δακρυχοεῖτε μάτην. | αὕτη γὰρ κέκλω-
σται ἀνάνκη πᾶσι βροτοῖσιν | τέρ̣ματα πληρώσ-
αντας ἐς Ἄϊδα πάντας ἱκέσθαι. |
15                χαῖρε.
Search Help