[ ] Lyd., N.E. — Gölde, Area N. of: Hamidiye — 159/60 AD
1 Τατιαν Ἑρμοκράτους Βάσσαν ἱέρειαν Μηνὸ[ς Ἀξι]-
οττηνοῦ οἱ καταλουστικοὶ ἐτείμησαν διά τε τὴν ἰς [τοὺς]
θεοὺς εὐσέβειαν καὶ θρησκείαν καὶ τὴν πρὸς π[άντας]
ἀνθρώπους φιλοκἀγαθίαν, ἀναστραφεῖσαν ἐπὶ τῷ θε-
5 ῷ ἀφιλοκέρδως παντὶ τῷ βίῳ διὰ γένους. ἀνεστάθη
δὲ ἔτους σμδʹ, μη(νὸς) Γορπιαίου βιʹ, ἐπιμελησαμένου
Φιλοξένου βʹ γραμματέως, ζώσης ποιήσαν-
τες τὴν τειμὴν οἱ καταλουστικοὶ
  ἐκ τῶν ἰδίων.
Search Help
Contact Us