Honorary inscription for Aulus Fabricius Priscianus Charmosynos by [boule, demos,] and Romans [in Tralles]; c. AD 129̣; found at Tralles: CIG 2927; Dürr, Die Reisen des Kaisers Hadrian 107 no. 23; *ITralles 80; **Migeotte, L’emprunt public no. 100.a (l. 9).  
[ ] ITral 80
0 [ἡ βουλὴ καὶ ὁ δῆμος καὶ οἱ ἐν Τράλλεσι]
<κ>α<τ>οι<κ>ο[ῦ]ν̣τες Ῥωμαῖοι ἐτείμησαν Αὖλον Φαβρίκιον
Πρεισκιανὸν Χαρμόσυνον στρατηγήσαντα
τῆς πόλεως αὐθαιρέτως, σειτωνήσαντα δὲ
καὶ τὸν ἀπὸ Αἰγύπτου σεῖτον συνχωρηθέντα
5 τῇ πατρίδι αὐτοῦ ὑπὸ τοῦ κυρίου Καίσαρος
Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ μοδίων μυρι-
άδας ἓξ καὶ προχρήσαντα ἐκ τῶν ἰδίων
τὴν τειμὴν τοῦ σείτου καὶ τὰς γενομένας
μέχρι<ς> ἐνθάδε δαπάνας, ἄνδρα ἀγα-
10 θὸν καὶ φιλόπατριν, πάσῃ κεκοσμημένον
ἀρετῇ καὶ πίστει, καθὼς ἡ πατρὶς αὐτῷ
ἐμαρτύρησεν πολλάκις διὰ τῆς γενομένης
εἰς αὐτὸν τειμῆς ἔν τε τοῖς ἄκτοις καὶ
τοῖς ψηφίσμασι τῆς τε βουλῆς καὶ τοῦ δήμου·
15 γενόμενον ἐ̣πὶ στε̣φανηφόρ̣[ου Κλαυ]δίας τ̣[ῆς ․․․]ωνί-
δου νε[—]
Search Help
Contact Us