Decree of boule and demos of Epidamnos accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to Magnesia Mai. and to presbeutai from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 46 + p. 295; Syll2 259; **Syll3 560 (ll. 2, 30, 39-46).  
[ ] IMagn 46 + p. 295
1 παρὰ Ἐπιδαμνίων·
[ἔ]δ[οξε τῶι δάμωι ἐπ’ ἄρχοντος Φ]αλακρ[ίωνος τοῦ ․c.5․]φῶντος μη[ν]ὸς Ἁλι[ο]-
τροπίου· [ἐπειδὴ Μ]άγ[νητες] οἱ ἐπὶ Μαι[ά]νδρ[ου] συγγ[ενεῖς] ὄντες καὶ φί̣λοι τῶν Ἐπί̣-
δαμνίων εὐ[σεβ]έως [διακείμ]ενοι ποτὶ τὸ θεῖον κα[ὶ τὰ κάλ]λιστα αἱρ̣[ούμ]ενοι τῶ̣[ν]
5 κατ’ ἀνθρώπο[υς] ἀφεστά[λκα]ντ[ι] πρεσβευτάς, τ[ο]ὺς δὲ αὐ[τοὺ]ς καὶ θια[ρ]οὺς, Σωσικ[λῆ]
Διοκλέος, Ἀρι[σ]τ[όδαμ]ον Διοκλ[έ]ο̣ς, Διότιμον Μηνοφί[λου, ο]ἳ ποτελθόντες ποτὶ
τὰν βουλὰν καὶ [τὸν] δᾶμ̣[ον ἁμῶν τὸ ψά]φισμα ἀπέδωκα[ν καὶ αὐτ]οὶ διελέχθην μετὰ πά-
σας φ[ι]λοτιμία[ς] ἐμφανίξ̣[αντες τὰν] τᾶς Ἀρτέμι[δος ἐπιφάν]ειαν καὶ τὰν γεγενημέν[α]ν
βοάθειαν ὑπὸ τ[ῶ]ν π̣[ρ]ο[γόνων α]ὐτῶν [εἰ]ς τὸ ἱερὸν τὸ ἐν Δελφ[οῖς], νικ̣ασάντων μάχαι τοὺς
10 βαρ[β]άρους το[ὺ]ς ἐπιστ[ρατεύ]σ̣αντας ἐπὶ διαρπαγᾶι τῶ[ν το][θ]εοῦ χρημάτων, καὶ τὰν
εὐε[ργ]εσίαν, ἃν [συ]νετελέσαντο εἰς τὸ κοινὸ[ν] τῶν Κρηταιέ[ων] δι[α]λύσαντες τὸν ἐμφύλι-
ον πόλεμον, ἐνεφάνιξαν δὲ καὶ τὰς εἰς τοὺς ἄλλους [Ἕλ]λανας γεγενημένας
εὐε[ρ]γεσίας διά τε τῶν τοῦ θεοῦ χρησμῶν καὶ διὰ τῶ[ν π]οιη̣τᾶν καὶ διὰ τῶν ἱ[σ]-
τορ[ι]αγράφων τῶν συγγεγραφότ[ων] τὰς Μαγνήτων πρ[άξ]ει[ς], παρανέγνωσαν δὲ
15 καὶ τὰ ψαφίσματ[α] τὰ ὑπάρχοντα αὐτοῖς παρὰ ταῖς πόλ[ε]σιν, ἐν οἷς ἦν καταγε-
γρα̣μμ[ὲ]ναι τιμαί τ[ε] καὶ στέφαν[ο]ι εἰς δόξαν ἀνίκοντα̣ <τᾶι> [πό]λ̣[ε]ι, τοῦ θεοῦ τοῦ ἐν
Δε[λ]φοῖς χρήσαντος λώϊον εἶμ[εν καὶ ἄ]μεινον τοῖς σε[βομέ]νοις Ἄρτεμ̣ιν Λευκο-
φ[ρυ]ηνὰν καὶ τὰν πόλιν καὶ τὰγ χώραν τ[ῶ]μ [Μαγ]νήτων ἱ[ερὰν κ]αὶ ἄσυλον νομιζόν-
τ[ε]σσι, τὸν δᾶμον ἐψαφίσθαι τᾶι ἀρχαγέτιδι τᾶς πόλιος [Ἀρ]τέμιτι συντελεῖν θυσ[ί]-
20 α̣[ν] τε καὶ πανάγυριν καὶ ἀγῶνα στεφανίταν ἰσοπύθιον μου̣[σι]κόν τε καὶ γυμνικὸν κα[ὶ]
[π]πικόν, παρεκάλουν δὲ καὶ ἁμὲ ὄντας οἰκείους καὶ φίλους [ἀ]ποδέξασθαι τάν τε θ[υ]-
[σί]αν καὶ τὰν ἐκεχ[ει]ρίαν καὶ τὸν ἀγῶνα στεφανίταν ἰσο[πύ]θιον ταῖς τιμαῖς·
[ἔ]δ̣οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι τῶι Ἐπιδαμνίων τύχ[αις] ἐπ̣ὶ ταῖς ἀρίσταις ἀπ[ο]-
[κ]ρίνασθαι Μάγνησιν, ὅτι ὁ δᾶμος ὁ τῶν Ἐπιδαμνίων [αὐτ]ός τε ποτὶ τὸ θεῖον εὐ-
25 σεβέως τυγχάνει διακείμενος, πά̣τ̣ρ̣ιόν τέ ἐστιν α̣ὐ̣[τῶι] καὶ τὰς τῶν οἰκείων
τιμὰς συναύξειν, ἐπαιν[έσ]αι δὲ κ̣αὶ τ[ὸν] δᾶμον τὸμ Μαγ[νή]των ἐπί τε τᾶι ποτὶ
τοὺς θεοὺς εὐσεβείαι καὶ ἐπὶ τ[ᾶ]ι ποτὶ τοὺς [Ἕλλαν]ας εὐνοί[αι] καὶ ἐπὶ τᾶι εὐεργεσίαι
τᾶι τε εἰς τὸ ἱερὸν τὸ ἐν Δελφοῖς καὶ εἰ[ς] τ[οὺς] ἄλλους Ἕλλα[νας], δέχεσθαι δὲ καὶ τὸν
ἀγῶνα, ὃν συντελοῦντ[ι] Μάγν[η]τες τᾶι Ἀρτέμι[τ]ι τ[ᾶ]ι Λ[ε]υκ[οφ]ρυηνᾶι στεφανίταν ἰσο-
30 πύθιο[ν, καθὼς] ἐπαγγ[έλλοντι ὅ τε ἀρ]χιθ[έ]ω[ρος καὶ οἱ] θε[ωροί,] καὶ ὑπάρχειν τοῖς νικών-
τεσ̣[σι τοῦτον τὸν] ἀγ[ῶνα φιλάνθ]ρ[ωπα] ὅ̣σα κ̣[αὶ τοῖς τὰ Πύ]θια [νικ]ώ̣ντεσσι παρὰ τᾶς πόλι-
[ος δέδοται,] ε̣ἶ̣μ̣εν δ[ὲ τὰν πόλιν κα]ὶ τὰγ [χ]ώραν τὰ[ν Μαγ]ν[ήτ]ων ἱερὰν καὶ ἄσυ-
[λον, καθότ]ι ὁ Ἀπόλλων ὁ ἐν [Δελφοῖ]ς ἔχρησεν, ἐπαινέ[σαι δὲ τ]όν τε ἀρχιθέωρον
[Σωσικλῆ] κ̣αὶ τ̣οὺς [θι]αροὺς Ἀριστόδαμον, Διότιμο[ν ἐπὶ τ]ε τᾶι ὑπὲρ τᾶς πατρί-
35 [δος φιλο]τιμί[αι καὶ] ἀ̣[ναστροφαῖ] ἇι ἐποιήσαν[το ἀξ]ίως ἀμφοτερᾶν τᾶν πο-
[λίων καὶ εἶμεν] δ̣[ὲ̣ αὐτ]οὺς προξένους κα[ὶ εὐεργ]έτας τᾶς πόλιος τῶν
[Ἐπιδαμνίων· ὅπως δὲ τὰ ἐψηφισ]μένα μετὰ τᾶς τῶν θε[ων εὐ]νοίας νῦν τε καὶ εἰς
[τὸν ἀεὶ] χρό[νον ἐπ’ ἀγαθῶι συντ]ελῆτα τῶι [τ]ε Μα[γνήτων] καὶ Ἐπιδαμνίων, τὸμ
πρύ[τα]νιν [κατεύχεσθαι τᾶ]ι Ἀρτέμιτι τᾶι Λε̣[υοκοφρυη]νᾶι καὶ τᾶι Ἑστίαι, καλέ-
40 σα<ντα> δ’ α[ὐτοὺς εἰς τὸ πρυταν]εῖο[ν ἐ]πὶ τὰν κοινὰν ἑστ[ίαν], ἱερεῖον θῦσαι ἐφέστ[ι]-
ον [καὶ δίδο]σ[θαι αὐτοῖς τὰ σ]κέλη̣ καὶ τὸ νάκος καὶ ἐ[νεκέχηρον] ἀργυρίου Κορινθίου
[ἡμιμναῖον, δόμεν δὲ καὶ τᾶι θεᾶι ἀργυ]ρ̣ίου ἡ̣μιμναῖον, [ὑπάρχεν] δὲ καὶ τὰ κατάλοιπα
[ὥσπερ καὶ τοῖς θιαροῖς τοῖς ἀεὶ ἡκόντεσσι]ν εἰς ἁ[μέ· ὅτε δέ κα] ἐς καιρὸν ἦι τᾶν συν-
[τελουμενᾶν θυσιᾶν κ]α[ὶ τοῦ] ἀγῶνος, [ἀποστέλλεν τοὺς συνθύσοντας· ἵνα δὲ καὶ ἁ ὑποδοχὰ τῶν ἀεὶ]
45 [ἀποστελλομένων ἐ]γ Μαγνησίας ἀξία γίνηται τᾶμ [π]ολίω[ν ἀμφ]οτερᾶν θεωρ[οδόκον]
[παρ’ ἁμὶν ἑλέσθαι· ἀ]ναγράψ̣αι δὲ καὶ τὸ ψάφισμα ἐμ βουλευτηρίωι.
Search Help
Contact Us