Letter of Queen Laodike (III) to boule and demos of Iasos; 195/190 BC; found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 445-453, no. 2 (PH); BE 1973:432, 437; Pugliese Carratelli, ASAA 31-32, 1969-1970, 400-402 (PH, part); BE 1974:544; SEG 26, 1226; BE 1976:652; BE 1977:465; Pomeroy, Mnem. 35, 1982, 120-123; *IIasos 4, ll. 1-32 (* for ll. 3-32); BE 1987:18 (pp. 272-273); *Fischer, Fs. Lauffer 237-243 (* for ll. 0-2); SEG 36, 984.  
[ ] IIasos 4.1-32
0 <⁶¹>⁶¹[⁵¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους]⁵¹
<⁶¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους·>⁶¹[⁵¹Ἐλαφηβολιῶνος]⁵¹
ἐπιστολὴ πα<⁶¹Ἐλαφηβολιῶνος·>⁶¹[⁵¹ρὰ Βασιλίσσης Λαοδίκης·]⁵¹
Βασίλισσα Λαοδίκη Ἰασέων τῆι βουλῆι καὶ τῶι δή-
μωι χαίρειν· ἀκούουσα πλεονάκις τοῦ ἀδελφοῦ ἥν
5 τε ἀντίληψιν τῶν ἑαυτοῦ φίλων καὶ συμμάχων
διατελεῖ ποιούμενος καὶ ὡς τὴν ὑμετέραν πό-
λιν συμπτώμασιν περιπεσοῦσαν ἀπροσδοκή-
τοι̣ς ἀνακτησάμενος τήν τε ἐλευθερίαν ὑμῖν
ἀπέδωκεν καὶ τοὺς νόμους καὶ τὰ λοιπὰ προτέθει-
10 ται συναύξειν τὸ πολίτευμα καὶ εἰς βελτίονα δι-
άθεσιν ἀγαγεῖν, προαιρουμένη δὴ καὶ ἐγὼ ἀκόλου-
θα πράσειν τῇ σπουδῇ αὐτοῦ καὶ ἐκτενείαι καὶ διὰ
τοῦτο καταθέσθαι τινὰ εὐεργεσίαμ μὲν εἰς τοὺς
ἀσθενοῦντας τῶν πολιτῶν, εὐχρηστίαν δὲ κοι-
15 νὴν τῶι σύμπαντι δήμωι, γεγράφεικα Στρουθί-
ωνι τῶι διοικητῆι ἐφ’ ἕτη δέκα κατ’ ἐνιαυτὸν πυρῶν χιλί-
ους μεδίμνους Ἀττικοὺς εἰς τὴν πόλιν παρακομί-
ζοντα παραδιδόναι τοῖς παρὰ τοῦ δήμου· εὖ οὖν ποή-
σετε συντάξαντες τοῖς μὲν ταμίαις παραλαμβά-
20 νοντας τακτοῦ πλήθους ἐγδιοικεῖν, τοῖς δὲ προστά-
ταις καὶ οἷς ἂν ἄλλοις κρίνητε προνοεῖν ὅπως τὸ γινό-
μενον διάφορον ἐκ τούτων κατατιθῶνται εἰς προῖκας
ταῖς τῶν ἀσθενούντων πολιτῶν θυγατράσιν, διδόν-
τες μὴ πλέον Ἀντιοχέων δραχμῶν τριακοσίων ἑκάσ-
25 τηι τῶν συνοικιζομένων· γινομένοις θ’ ὑμῖν εἴς τε τὸν
ἀδελφὸν καὶ καθόλου τὸν οἶκον ἡμῶν οἵους καθήκει
[κα]ὶ τῶν ἀπαντω<μέν>ων εὐεργεσιῶν μεμνημένοις
[εὐ]χαρίστως πειράσομαι καὶ ἄλλα ἃ ἂν ἐπινοῶ συν-
[παρ]ασκευάζειν παντὶ τρόπωι συνεκτρέχειν προ-
30 [αιρου]μένη τῆι τοῦ ἀδελφοῦ θελήσει· κατανοῶ γὰρ αὐ-
[τὸν λ]ίαν ἐκτενῶς ἔχοντα πρὸς τὴν ἐπανόρθωσιν
[τῆς] πόλεως· vacat ἔρρωσθε.
Search Help
Contact Us