Decree of boule and demos (of Iasos) authorizing presbyteroi to collect money; II; found at Iasos: Reinach, REG 6, 1893, 166-168, no. 4; BE 1894:393; Michel 469; SEG 4, 224; *IIasos 23.  
[ ] IIasos 23
1 ψήφισμα τῶν πρεσβυτέρων ὑπὲρ τῶ[ν]
χρημάτων· ἐπὶ στεφανηφόρου Ἑκα[ταίου]
τοῦ Χρυσάορος, μηνὸς Ἀληθιῶνος·
ὑπὲρ ὧν οἱ πρεσβύτεροι προεγράψαντο·
5 ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ, ἕκ[τῃ ἱστα]-
μένου, Λεοντιάδης Δημέου ἐπεσ[τάτει,]
πρυτάνεων γνώμη· περὶ ὧν ἐπῆλθον οἱ [πρ]εσ-
βύτεροι διὰ τοῦ γυμνασιάρχου Χρυσίππου
τοῦ Ἀπολλωνίου, ἵνα, ἐὰν δόξῃ τῇ βουλῇ
10 καὶ τῷ δήμῳ, ἐπιχωρηθῇ αὐτοῖς ποεῖσθαι τ̣ὰ̣ς̣
πράξεις τῶν ὑπαρχόντων αὐτοῖς κοινῶν χρη-
μάτων κατὰ τῶν χιρισάντων τι αὐτοῖς καὶ
μὴ ἀποδόντων ἐν τοῖς καθήκουσιν χρόνοις, κα-
θότι καὶ τοῖς νέοις συνκεχώρηται ὑπὸ τῆς βου-
15 λῆς καὶ τοῦ δήμου, παραλαμβάνοντος τοῦ γραμ-
ματέως τῆς βουλῆς παρὰ τῶν πρεσβυτέρων
τὰς ἀπογραφὰς κατὰ τὸ Θαλιεύκτου διόρθωμα
κατὰ τῶν μὴ ἀποδόντων ἢ τῶν κληρονόμων αὐτῶν·
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ διοικεῖσθαι
20 καθότι ἐν τῇ ἐφόδῳ γέγραπται.
Search Help
Contact Us