First honorary decree of boule and demos (of Samothrake) for poetes Dymas of Iasos, giving citizenship; II1; found at Iasos: GIBM 444, ll. 1-13; Michel 352.I; IG XII 8, p. 38, ll. 1-13; BE 1958:397; BE 1964:385; *IIasos 153, ll. 1-13.  
[ ] IIasos 153.1-13
1 [ἔδο]ξεν τῆι βουλῆι· βασιλεὺς Σωσιφάνης Σωφάνους εἶπε[ν·]
[ἐπ]ειδὴ Δύμας ποητὴς τραγωιδιῶν ἀεί τι λέγων καὶ γράφων
[κ]α̣ὶ πράττων ἀγαθὸν διατελεῖ ὑπὲρ τοῦ ἱεροῦ καὶ τῆς πόλε[ως]
[κ]αὶ τῶν πολιτῶν, ἡ δὲ βουλὴ προβεβούλευκεν αὐτῶι περὶ ἐ[παίνου]
5 καὶ στεφάνου καὶ πολιτείας· ἀγαθῆι τύχηι· δεδόχθα[ι τῶι]
δήμωι· ἐπαινέσαι Δύμαντα ἐπὶ τῆι πρὸς τὴν πόλιν εὐνοίαι καὶ στεφα[νῶ]-
σαι χρυσῶι στεφ[ά]νωι Διονυσίων τῶι ἀγῶνι τὴν ἀνάρρησιν ποιουμένου[ς·]
ὁ δῆμος στεφανοῖ Δύμαντα Ἀντιπάτρου Ἰασέα χρυσῶι στεφάνωι εὐσ[ε]-
βείας ἕνεκεν τῆς εἰς τοὺς θεοὺς καὶ εὐνοίας τῆς εἰς τὸν δῆ[μον·]
10 τῆς δὲ ἀναρρήσεως ἐπιμεληθῆναι τοὺς προέδρους καὶ τὸν ἀγω-
[νο]θέτην· εἶναι δὲ αὐτὸν καὶ πολίτην μετέχοντα πάντων ὧν καὶ [οἱ]
[ἄ]λλοι πολῖται μετέχουσιν· ἀναγράψαι δὲ τὸ ψήφισμα εἰς τὸ ἱερὸ[ν]
[τ]ῆς Ἀθηνᾶς.
Search Help
Contact Us