Honorary decree of Iasos for Theokles Thersiou of Meliboia,
giving him proxeny; IVe/III; found at Iasos?: Hicks, JHS 9, 1888,
340-341, no. 2; BE 1889:202; Michel 463; *IIasos 54.
[ ]
IIasos 54
1 | μηνὸς Ἀφροδισιῶνος· ἐπὶ στεφανηφόρου |
Ἀπολλοφάνευς τοῦ Ἀπολλᾶ· ἕκτηι ἱσταμένου· | |
Ξένων Ἀφθονήτου ἐπεστάτει, Πανταλέων | |
Κλεανδρίδα εἶπεν· ἐπειδὴ Θευκλῆς Θερσί<⁶¹>⁶¹[⁵¹τ]⁵¹ου | |
5 | Μελιβοιεὺς καλὸς καὶ ἀγαθός ἐστιν περὶ τὴν |
πόλιν τὴν Ἰασέων καὶ τοῖς ἀφικνουμένοις | |
τῶμ πολιτῶν εἰς Μελίβοιαν προθύμως ὑπη- | |
ρετεῖ, δεδόχθαι τῶι δήμωι· Θευκλῆν Θερσίου | |
εἶναι πρόξενον Ἰασέων, δεδόσθαι δὲ αὐτῶι | |
10 | καὶ ἀτέλειαν ὧν ἡ πόλις κυρία ἐστὶν καὶ ἔσπλουν καὶ |
ἔκπλουν καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ | |
ἀσπονδεί, εἶναι δὲ αὐτῶι καὶ προεδρίην ἐ<ν> τοῖς ἀγῶσιν· ἀνα- | |
γράψαι δὲ αὐτὸν καθάπερ καὶ τοὺς ἄλλους προξένους. |