Decree of Erannos confirming friendship with and asylia of Teos; c. 170/140 BC; found near Hereke: *LW 76; **SGDI 5182 (l. 29); not in ICret.  
[ ] LW 76
1 vacat Ἐραννίων. vacat
[ἐπειδ]ὴ ὁ δᾶμος ὁ Τηΐων ἐκ παλαιῶν
[χρόνων] συγγενὴς ὑπάρχων καὶ φίλος
[δι]ὰ προγόνων τᾶς τῶν Ἐραννίων πόλιος
5 ἐξαπέσταλκεν ψάφισμα καὶ πρεγ-
γευτὰς Ἡρόδοτον καὶ Μενεκλῆν, πα-
ρακαλίων ἁμὲ συντηρεῖν τὰ δεδομέ-
να τίμια ὑπὸ τῶν προγόνων ἁμίων καὶ
ἐπὶ πλεῖον αὔξειν, καὶ ὅπως ἀναγρα-
10 φῇ τὸ πρότερον δόγμα, ὃ κατεβάλοντο
οἱ πρόγονοι περὶ τᾶς ἀσυλίας καὶ καθιε-
ρώσιος τᾶς τῶν Τηΐων πόλιος καὶ τᾶς
χώρας, ἐν ὁποίωι κα κρίνωμεν ἱερῶι, περὶ
ὧν καὶ οἱ πρεγγευταὶ διελέγησαν ἀκο-
15 λούθως τοῖς ἐν τῶι ψαφίσματι κα-
τακεχωρισμένοις μετὰ πάσης φιλο-
τιμίας· v ἀγαθᾶι τύχαι ἔδοξεν Ἐρωνίων
τοῖς κόσμοις καὶ τᾶι πόλει ἐπαινέσαι
τὸν δᾶμον τὸν Τηΐων ἐπὶ τῶι πρός
20 τε τὸς θεὸς εὐσεβῶς διακεῖσθαι καὶ
μεμνᾶσθαι τῶν φίλων καὶ συγγενέων,
καὶ ἀποκρίνασθαι ὅτι ἁ πόλις τῶν Ἐρωνίων
καὶ πρότερον τετήρηκεν τὰν πρὸς Τη-
ΐους φιλίαν καὶ εὔνοιαν, καὶ νῦν δὲ
25 μένουσα ἐπὶ τᾶς αὐτᾶς αἱρέσιος, τό τε
δόγμα τὸ πρότερον γραφὲν ὑπὸ τῶν προ-
γόνων περὶ τᾶς καθιερώσιος καὶ ἀσυ-
λίας τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τη-
ΐων ὁμοίως δὲ καὶ τὸ νῦν ἀναγραψ<ε>ῖ ἐς τὸ
30 ἱαρὸν τὸ τοῦ Ἀσκλαπιοῦ, καὶ τηρήσει
τὰν φιλίαν καὶ ἐπὶ πλεῖον αὐξήσει, καὶ ἐ-
άν τις ἐπὶ τὰν πόλιν τὰν Τηΐων ἢ τὰν
χώραν τὰν καθιερωμέναν τῶι Διονύσωι
τῶι ἀρχαγέται τᾶς πόλιος αὐτῶν στρα-
35 τεύηται ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν
βοαθήσει ὁ δᾶμος ὁ Ἐραννίων καθότι ἂν
ᾖ δυνατός· ὅπως δὲ εἴδωντι Τήϊοι
τὰν Ἐραννίων εὔνοιαν, ἃν ἔχοντι πορ-
τ’ αὐτός, δεδόχθαι ἦμεν Τηΐους πολίτας
40 Ἐραννίων, εἶναι δὲ αὐτοῖς καὶ ἀτέλειαν
καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας· ἐπαινοῦ-
μεν δὲ καὶ τοῦς πρεγγευτὰς Ἡρόδοτον
Μηνοδότω, Μενεκλέα Διονυσίω ἐπί τε
τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος φιλο-
45 τίμως, καὶ τὰν ἐνδαμίαν πεποιῆσθαι
ἀξίως ἀμφοτερᾶν τᾶν πολίων, ἦμεν
δὲ αὐτὸς καὶ προξένος τᾶς τῶν Ἐραν-
νίων πόλιος, καλέσαι δὲ αὐτὸς καὶ ἐπὶ
ξενισμὸν ἐπὶ τὰν κοινὰν ἑστίαν.
Search Help
Contact Us