1 | [θ]εοί. |
ἐπὶ Νικοκράτους ἄρχοντ- | |
ος ἐπὶ τῆς Αἰγεῖδος πρώτ- | |
ης πρυτανείας· τῶν προέδ- | |
5 | ρων ἐπεψήφιζεν Θεόφιλο- |
ς Φηγούσιος· ἔδοξεν τῆι β- | |
ουλεῖ· Ἀντίδοτος Ἀπολλο- | |
δώρου Συπαλήττιος εἶπε- | |
ν· περὶ ὧν λέγουσιν οἱ Κιτ- | |
10 | ιεῖς περὶ τῆς ἱδρύσειως |
τῆι Ἀφροδίτηι τοῦ ἱεροῦ, | |
ἐψηφίσθαι τεῖ βουλεῖ το- | |
ὺς προέδρους οἳ ἂν λάχωσ- | |
ι προεδρεύειν εἰς τὴν πρ- | |
15 | ώτην ἐκκλησίαν προσαγα- |
γεῖν αὐτοὺς καὶ χρηματί- | |
σαι, γνώμην δὲ ξυνβάλλεσ- | |
θαι τῆς βουλῆς εἰς τὸν δῆ- | |
μον ὅτι δοκεῖ τῆι βουλεῖ | |
20 | ἀκούσαντα τὸν δῆμον τῶν |
Κιτιείων περὶ τῆς ἱδρύσ- | |
ειως τοῦ ἱεροῦ καὶ ἄλλου | |
Ἀθηναίων τοῦ βουλομένο- | |
υ βουλεύσασθαι ὅτι ἂν αὐ- | |
25 | τῶι δοκεῖ ἄριστον εἶναι. |
ἐπὶ Νικοκράτους ἄρχοντ- | |
ος ἐπὶ τῆς Πανδιονίδος δ- | |
ευτέρας πρυτανείας· τῶν | |
προέδρων ἐπεψήφιζεν Φα- | |
30 | νόστρατος Φιλαίδης· ἔδο- |
ξεν τῶι δήμωι· Λυκο͂ργος Λ- | |
υκόφρονος Βουτάδης εἶπ- | |
εν· περὶ ὧν οἱ ἔνποροι οἱ Κ- | |
ιτιεῖς ἔδοξαν ἔννομα ἱκ- | |
35 | ετεύειν αἰτοῦντες τὸν δ- |
ῆμον χωρίου ἔνκτησιν ἐν | |
ὧι ἱδρύσονται ἱερὸν Ἀφρ- | |
οδίτης, δεδόχθαι τῶι δήμ- | |
ωι δοῦναι τοῖς ἐμπόροις | |
40 | τῶν Κιτιέων ἔνκτησι[ν] χ[ω]- |
ρίου ἐν ὧι ἱδρύσονται τὸ | |
ἱερὸν τῆς Ἀφροδίτης καθ- | |
άπερ καὶ οἱ Αἰγύπτιοι τὸ | |
τῆς Ἴσιδος ἱερὸν ἵδρυντ- | |
45 | αι. |
IG II²
337