Funerary inscription in iambics for Apion Bionos; II?; provenance unknown, once in Smyrna: CIG 3273; Kaibel 236; Cougny, Anth. Pal. Append. II no. 632; Sotheby’s Cat., Apr. 30, 1915, 15, pl. 3 (PH) (non vidi); Peek, GV I 804; Peek, Griech. Grabged. 234; Pfuhl & Möbius 1451; *ISmyrna 524 + II 2 p. 373.  
[ ] ISmyrn 524 + II2 p. 373
1 υἱὸς Βίωνος Ἀπίων μὲν οὑνθάδε
ἄτεκνος, ἄωρος, εἴκοσι πλήσας ἔτη
καὶ τρί’ ἐπὶ τούτοις, οἰκτρὸς ἐν τρισὶ ἡμέραις
θανὼν ποθεινὸς τοῖς γονεῦσι γενόμενος·
5 ὧι παστὸν οὐθείς, οὐχ ὑμέναιον ἦισέ τις,
οὐ λαμπάδ’ ἧψε νυμφικήν, γόοισι δέ
καὶ δακρύοις πολλοῖσιν ἐνθάδ’ ἤγαγον,
οὗπερ κατοικεῖν δεῖ με τὸν λοιπὸν χρόνον.
μᾶλλον δὲ κλαύσας, πάροδε, τὴν ἐμὴν τύχ̣ην
10 βαῖν’ οὗ φίλον σοι καὶ τύχοις ὅσων θέλεις.
Search Help