Sacred law concerning cult of Dionysos and Orpheus, in hexameters; 2/3; provenance uncertain, perhaps from Smyrna: Keil, AAWW 90, 1953, 16-20, no. 1 (PH); Sokolowski, LSAM 84; SEG 14, 752; ILeyden pp. 90-93; Nock, HSCP 63, 1958, 415-421 (= Essays on Religion II 847-852); *ISmyrna 728 (PH) + II 2 p. 377.  
[ ] ISmyrn 728 + II2 p. 377
1 [․c.4․]․της Μενάνδρου ὁ θεοφάντης ἀνέθηκεν.
[πάν]τ̣ες ὅσοι τέμενος Βρομίου ναούς τε περᾶτε,
τ̣εσσαράκοντα μὲν ἤματα ἀπ’ ἐχθέσεως πεφύλαχθε
νηπιάχοιο βρέφους, μὴ δὴ μήνειμα γένηται,
5 ἔκτρωσίν τε γυναικὸς ὁμοίως ἤματα τόσσα·
ἢν δέ τιν’ οἰκείων θάνατος καὶ μοῖρα καλύψῃ,
εἴργεσθαι μηνὸς τρίτατον μέρος ἐκ προπύλοιο·
ἢν δ’ ἂρ’ ἀπ’ ἀλλοτρίων οἴκων τι μίασμα γένηται,
ἠελίους τρισσοὺς μεῖναι νέκυος φθιμένοιο,
10 μηδὲ μελανφάρους προσίναι βωμοῖσι ἄνακ̣τ̣[ος,]
μηδ’ ἀθύτοις θυσίαις ἱερῶν ἐπὶ χῖρας ἰάλ[λειν,]
μηδ’ ἐν Βακχείοις ᾠὸν ποτὶ δαῖτα τ[ίθεσθαι?]
καὶ κραδίην καρποῦν ἱεροῖς βωμοῖς̣ [—]
ἡδεόσμου τ’ ἀπέχεσθαι, ὃν Δη̣μ̣[ήτηρ ἀμάθυνεν?·]
15 ἐχθροτάτην ῥίζαν κυάμων ἐκ σπέ̣[ρματος? —]
Τειτάνων προλέγειν μύσταις̣ [—]
καὶ καλάμοισι κροτεῖν οὐ θέσ̣[μιον εἶναι —]
ἤμασιν, οἷς μύσται θυσί̣[ας —]
[μηδ]ὲ̣ φορ̣ε̣ῖν Σ̣Υ̣[—]
Search Help
Contact Us