1 | [ἐπ]ὶ Νικομάχου ἄρχο[ντος ἐπὶ τῆς] |
[Π]ανδιονίδος ἑβδόμης [πρυτανεί]- | |
[α]ς, ἐνάτηι καὶ εἰκοστῆι τῆς πρ[υτ]- | |
ανείας· τῶν προέδρων ἐπεψήφιζ[ε]- | |
5 | ν Ἀριστόμαχος ἐξ Οἴου, Ὀνήσιππο- |
ς Ἀραφήνιος ἐγραμμάτευεν· ἔδοξ- | |
εν τῶι δήμωι· Ἱππόστρατος Ἐτεαρ- | |
χίδου Παλληνεὺς εἶπεν· εἶναι κα- | |
ὶ τοῖς Ἐλαιουσίοις τὰ αὐτὰ ἅπ[ερ] | |
10 | ὁ δῆμος ἐψήφισται τοῖς Χερρ[ονη]- |
σίταις, τὸν δὲ στρατηγὸν Χά[ρητα] | |
ἐπιμεληθῆναι αὐτῶν ἐν τῶι [τρόπ]- | |
ωι τῶι αὐτῶι, ὅπως ἂν ἔχοντε[ς Ἐλα]- | |
ιούσιοι τὰ ἑαυτῶν ὀρθῶς κ[αὶ δικ]- | |
15 | αίως οἰκῶσιν μετὰ Ἀθηναί[ων ἐν Χ]- |
ερρονήσωι. καὶ καλέσαι το[ὺς Ἐλα]- | |
ιουσίους ἐπὶ δεῖπνον εἰς [τὸ πρυ]- | |
τανεῖον εἰς αὔριον. |
IG II²
228