[ ] Syr., Laodik. — Laodicea — [174 BC]
1 ἔτους ηλρʹ, μηνὸς Αὐδναίου λʹ,
Ἀσκληπιάδου ἐπιστάτου καὶ ἀρχόντων
γνώμη· ἐπεὶ Ὧρος καὶ Ἀπολλόδωρος
καὶ Ἀντίοχος, οἱ ἱερεῖς τοῦ Σαράπιδος
5 καὶ τῆς Ἴσιδος ἀπελογίζοντο ἄμφοδον
ἐν ᾧ ἔστιν καὶ τὸ τέμενος τῶν
προγεγραμμένων θεῶν ὑπάρχειν
αὐτοῖς τε καὶ τοῖς Ἀπολλοδώρου υἱοῖς,
τοῖς ἀνεψίοις αὐτῶν παππώιοις,
10 ἰδιόκτητον· ψηφίσματος δὲ εἰσενη-
νεγμένου τοὺς αἰτουμένους παρὰ τῆς
πόλεως τόπον εἰς ἀνάθεσιν εἰκόνος
διδόναι τὸ ἐκτεταγμένον διάφορον,
καὶ αἰτουμένων τινῶν τόπους καὶ ἐν τῷ
15 ἱερῷ, ὑφορώμενο<ι> μὴ ἐκ τοῦ τοιού-
του τρόπου ἀνασκευάζηται τὰ τῆς
κτήσεως αὐτῶν, παρεκάλουν προ-
νοηθῆναι περὶ τούτων, καλῶς ἔχει
ὅπως μὴ διὰ τοῦ τοιούτου αἱ κτήσεις
15 αὐτῶν ἃς προσηνένκαντο ἀνα-
σκευάζωνται· δεδόχθαι τοῖς
πελιγᾶσιν· τοὺς βουλομένους ἱστάνειν
ἐν τῷ αὐτῷ τόπῳ διδόναι, μὴ τοῦ τό-
που, αὐτῆς δὲ τῆς εἰκόνος τὸ ψηφισθὲν
25             πλῆθος.
Search Help
Contact Us