[ ] Phokis — Delphi — 86 BC?
1 [ἄρχοντο]ς̣ Κλεάνδρου τοῦ Τίμωνος, βουλευόντων Πολίτα τοῦ Ἀσάν-
[δρου, Εὐκ]λ̣είδα τοῦ Ἡρακλείδα, Δίωνος τοῦ Καλλία, Θεοξένου τοῦ Πολύωνος,
[ἔδοξε τᾶι] π̣όλει τῶν Δελφῶν ἐν ἀγο̣ρ̣ᾶι τελείωι· ἐπεὶ Ἀντίπατρος Βρεύκου
[Ἐλευθερν]α̣ῖ̣ος, ὕδραυλος, ἀποστειλάσας ποτ’ αὐτὸν τᾶς πόλιος πρεσβεί-
5 [αν παραγ]ενηθεὶς ἐν Δελφοὺς καὶ παρακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ τᾶς
[πόλιος] ἀγωνίξατο ἁμέρας δύο καὶ εὐδοκίμησε μεγαλομερῶς καὶ ἀξίως̣
[τ]οῦ τε θεοῦ καὶ τᾶς πόλιος τῶν Ἐλευθερναίων καὶ τᾶς ἁμετέρας πόλιος̣,
[ἐ]φ’ οἷς καὶ ἐστεφανώθη ἐν τῶι ἀγῶν 〚 rasura ca. 29 〛
〚 rasura ca. 14 〛 εἰκόνι χαλκέαι καὶ τοῖς ἄλλοις τιμίοις πάντοις, ἃς̣ καὶ
10 συνετέλεσ̣ε ὑπὲρ αὐτοσαυτὸν τῶι θεῶι, #⁵⁶ ἐπὶ οὖν τούτοις, ἀγαθ̣ᾶ̣ι̣ τύχ̣α̣ι̣, δ̣εδ̣ό-
χθαι· ἐπαινέσαι Ἀντίπατρον Βρεύκου Ἐλευθερναῖον ὕδραυλον ἐπί τε τ̣ᾶι ποτὶ τὸν
θεὸν εὐσεβείαι καὶ ὁσιότατι καὶ ἐπ̣ὶ τᾶι προαιρέσει, ἇι ἔχων π̣ε̣ρ̣ὶ̣ τ̣ὰ̣ν̣ τέχναν δ̣ιατε-
λεῖ, καὶ τᾶι ποτὶ τὰν πόλ̣ιν ἁμῶν εὐνοίαι. ἐπαινέσαι δ̣ὲ καὶ τὸν ἀ-
δελφὸν αὐτοῦ Κρύτωνα̣ Βρεύκου Ἐλευθερναῖον, καὶ δεδόσ̣θαι αὐτοῖς καὶ
15 ἐκγόνοις π̣αρὰ τᾶς π̣όλιος προξενίαν, προμαντεία̣ν̣, προδικία̣ν̣, ἀσ̣υ-
λίαν, ἀτέλ̣ειαν πά̣ν̣τ̣ων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγών̣οις̣ ο̣ἷ̣ς̣ ἁ̣ πό-
λις τίθητι, κ̣α̣ὶ̣ γᾶς κ̣α̣ὶ̣ ο̣ἰ̣κ̣ί̣ας ἔγκτησιν καὶ τᾶλλα τίμι̣α̣ π̣ά̣ν̣τα ὅσ̣α̣
καὶ τοῖς ἄλλοι̣ς πρ[ο]ξ̣έν̣οις κ̣αὶ εὐεργέταις τᾶς πόλιο̣ς̣ ὑπάρχε̣ι̣.
ἀποστεῖλαι δὲ αὐτο̣ῖ̣ς̣ τοὺς ἄρχοντας καὶ ξ̣ένια τὰ μέγιστα·
20 καλέσ̣αι δ̣ὲ̣ αὐτοὺς κα̣ὶ τοὺς μετ’ αὐτῶν ἐν τὸ πρυτ̣α̣ν̣εῖον̣ ἐπ̣ὶ̣
τὰν κ̣οινὰ̣ν̣ τᾶς πόλι̣ος ἑστίαν. ἀναγράψαι δ̣ὲ τὸ ψάφισ̣μ̣α̣ τ̣ο̣ὺ̣ς̣ ἄ̣ρχον̣-
τας ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος ἐν τῶι ἐπιφανεστ̣ά̣τ̣ω̣ι̣ τόπ̣ω̣ι̣,
καὶ διαπέμψαι ποτὶ τὰν πόλιν τῶν Ἐλευθερναίων, ὅπω̣ς̣ εἰδ̣ῶσ̣ι̣.
Search Help
Contact Us