[ ] Phokis — Delphi — 192 BC — SGDI 2652
1 θεοί.
ἄρχοντος Κλεοδάμου, βουλευόντων Ἀμύντα, Θεοφράστου, Πραξία, ἔδοξε τᾶι πόλει τῶν
Δελφῶν· ἐπειδὴ ἐπανελθόντες θεωροὶ οἱ ἀποσταλέντες ἐπὶ τὰν ἐπαγγελίαν τῶν Πυ-
θίων Ἀμύντας καὶ Χαρίξενος ψάφισμά τε ἀνήνεγκαν παρὰ Χερσονασιτᾶν τῶν ἐκ̣ τ̣οῦ
5 Πόντου, καθὼς ἦν λελυτρωμένοι ὑπ’ αὐτῶν καὶ πεπολυωρημένοι ἐμ πάντοις, κα̣[ὶ αὐ]-
τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις ἀπολογιζόμενοι ἃν ἔχοιεν αἵρε[σιν]
ποτὶ τὰμ πόλιν τῶν Δελφῶν καὶ κοινᾶι καὶ καθ’ ἱδίαν πάντοις, καὶ νῦν ἀποστείλα[ντες]
Φορμίωνα καὶ Ἡρακλείδαν θυσίαν συνετέλεσαν τῶι θεῶι ἑκατόμβαν βούπρω[ιρον, καὶ]
δωδεκαΐδα βούπρωιρον τᾶι Ἀθάναι, καὶ τὰ κρέα τᾶμ βοῶν διένειμαν τοῖς πο̣λ̣[ίταις],
10 ἐποιήσαντο δὲ καὶ αὐτοὶ τὰν ἐπιδαμίαν καταξίως καὶ αὐτῶν καὶ τῶν ἀποστειλάν-
των αὐτούς, —— δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν, ἐπαινέσαι τε τᾶι πόλει τῶγ Χερσο-
νασιτᾶν τῶν ἐκ τοῦ Πόντου καὶ τοῖς ἀποσταλέντοις ὑπ’ αὐτῶν ἐπί τε τᾶι αἱρέσει
ἇι ἔχοντι καὶ εὐνοίαι ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν τῶν Δελφῶν· δεδόσθαι δὲ καὶ τᾶι
[πόλ]ει τῶν Χερσονασιτᾶν προμαντείαν, καὶ τοῖς ἀποσταλέντοις Φορμίωνι καὶ Ἡρα-
15 [κλε]ίδαι προξενίαν. ἀναγράψαι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας τοὺς ἐνάρχους ἐν τῶι
[ἱ]ερῶι τοῦ Ἀπόλλωνος· ἀποστεῖλαι δὲ καὶ ξένια τοῖς παραγεγονότοις Φορμίωνι
κ̣αὶ Ἡρα̣[κλε]ί̣δαι τοὺς ταμίας Χαρίξενον, Διόδωρον.
Search Help
Contact Us