[ ] Phokis — Delphi — undated — SGDI 2511
1 θεοί.
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Δαμοτίμον, Ἀνδρέα, Λευκία, Δίωνος, Δαμοτίμου, Φιλονίκου, Τιμαίου,
Μνασία, Θευδότου, Κλεοκύδου Χίου, Δελφῶν Δαμονίκου, Εὐθυδίκου, Βοιωτῶν Ἡροδάμου, Σωσικράτεος, Φωκέων Κλέωνος,
ἔδοξε τοῖς ἱερομνήμοσι [․․․․․․․17․․․․․․․․]· ἐπειδὴ Καλλ[ικλ]ῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνω[ν]
5 διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως,
ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλ[ικλ]ῆ Καλλικλέος Ἀθη[να]ῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δά-
φνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προ-
εδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες.
Search Help
Contact Us