[ ] Phokis — Delphi — undated — SGDI 2512
1 θεοί.
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Λαοδάμεος, Ἀγελόχου, [Ἄ]κρωνος, Ἀρίστωνος, Ἀλεξάνδρου, Ἐριά[νθου],
Ἀλέξωνος, Ἀξι[ό]χου, Φιλοποίνου, Δημώνακτος Χίου, Δελφῶν Ταραντί[νου], Δε[ξ]ώνδα, Φωκέων Καλλικράτους, ἔδοξε τοῖς
ἱερομνήμοσι [․․․․․․․17․․․․․․․․]· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατελεῖ
5 χρείας παρεχόμενος τοῖς <τε> ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως,
ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε [Κα]λλι[κλῆ] Καλλικλέ[ος][θη]ναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι
δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προε-
δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες.
Search Help
Contact Us