[ ] Phokis — Delphi — 260-250 BC
1 θεο[ί].
Δελφοὶ ἔδωκαν Καλλικλεῖ Καλλικλέους Ἀθηναίωι οἰκοῦντι ἐ-
ν Αἰτωλίαι, ἱεροκήρυκι τῶν ἱερομναμόνων καὶ τῶν Ἀμφικτιόνων,
αὐτῶι καὶ ἐκγόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προ-
5 δικίαν, [ἀ]συλίαν, ἀτέλειαν πάντων καὶ τἆλλα πάντα ὅσα καὶ
τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις· ἄρχοντος Δίω-
νος, βουλευόντων Ἐχεκρατίδα, Ξένωνος, Εὐίππου.
Search Help
Contact Us