[ ]
Phokis — Delphi — 170-157/56 BC
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἀπέδοτο Λάμιος |
Λυκίδα Ναυπάκτιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Καρπὶς οἰκογενῆ, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
τὸν πάντα βίον, καθὼς ἐπίστευσε Καρπὶς τῶι Ἀπόλλωνι τὰν ὠνάν, | |
5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει βεβαιωτήρ· Χαρίξε- |
νος Ἐκεφύλου Ἀμφισσεύς. εἰ δέ τις ἐπιλαμβάνοιτο Καρπίδος ἐπὶ κα- | |
ταδουλισμῶι, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἀζάμιος καὶ ἀνυ- | |
πόδικος ἐὼν ὡς ἐλευθέραν οὖσαν. μάρτυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλ- | |
λωνος Ἀμύντας Εὐδώρου, Ταραντῖνος Ἄρχωνος καὶ οἱ ἄρ- | |
10 | χοντες Ἄσανδρος Διονισίου, Ἀριστίων Ἄγωνος, Ἀριστόμαχος |
Ὀλυμπογένεος, ἰδιῶται Ἀστόξενος, Ἀμύντας, Νικέας, Σώσιππος, | |
Ἡρακλείδας, Ἀρίστων Ἀμφισσεύς. |