[ ] Phokis — Delphi — 3rd c. BC — SIG(3) 423; SGDI 2668
1 θεοί.
[Δε]λφοὶ ἔδωκαν Κύλλωνι Κύλλωνος Ἀλείωι αὐτῶι καὶ ἐκγόνοις
[π]ροξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέ-
λειαν πάντων καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐ-
5 εργέταις· ἄρχοντος Καλλικλέος. βουλευόντων Α[ἰσχ]ριώνδα,
Ξένωνο[ς, Ἀ]μφιστράτου.
Search Help
Contact Us