[ ] Phokis — Delphi — 178 BC — SIG(3) 637
1                   ἀγαθᾶι           τύχαι.
ἄρχοντος ἐν Δελφοῖς Πραξία, ἐν Ἀθήναις Φίλωνος, ἔδοξε τᾶι πόλει
[ἐ]ν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Τετραπολεῖς,
ἀποστείλαντες πρεσβευτὰς Διόφαντον, Καλλισθένη, Λυσίθεον,
5 [ὑ]πέμνασαν καὶ ἀνενεώσαντο τὰν ὑπάρχουσαν αὑτοῖς οἰκε[ιό]-
τατα ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν, καὶ τιμέοντες διατελέοντι
τὸν θεὸν μετὰ πάσας εὐσεβείας· δεδόχθαι τᾶι πόλει καταμόνο[υς]
εἶμεν ἐν τὸν ἅπαντα χρόνον τὰς ἀναγεγραμμένας αὐτοῖς ἐν τ[ῶι]
[ἱ]ερῶι τοῦ Ἀπόλλωνος προεδρίας καὶ τιμάς, καὶ θύειν αὐτοὺς ἐπὶ
10 τῶν βωμῶν καθάπερ Δελφοὺς κατὰ τὰ πάτρια, ἐπαινέσαι δὲ καὶ τὸ
[κ]οινὸν τῶν Τετραπολέων, καὶ στεφανῶσαι δάφνας στεφάνωι τ[ῶι]
[π]αρὰ [τ]οῦ θεοῦ, καθῶς πάτριόν ἐστι Δελφοῖς, εὐσεβείας ἕνεκεν κ[αὶ]
[φ]ιλοτιμίας ἃν ἔχοντες διατελέοντι ποτί τε τὸν θεὸν καὶ τὰ[μ]
[π]όλιν, ἐπαινέσαι δὲ καὶ τοὺς πρεσβευτὰς Διόφαντον, Καλλισθέ-
15 [νη], Λυσίθεον, διότι καλῶς καὶ ἐνδόξως ἐποιήσαντο τὰν ἐπι-
[δαμίαν, κ]αλέσαι δὲ αὐτοὺς καὶ ἐπὶ ξένια ἐν τὸ πρυτανεῖον,
[ἀναγράψα]ι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας ἐπὶ τὸν τῶν Ἀθηναίω[ν θησ]αυ[ρόν].
Search Help
Contact Us