[ ] Phokis — Delphi — 1st c. BC — SIG(3) 734
1     θεὸς τύχαν ἀγαθάν.
[ἄρχοντο]ς Κλεοδάμου τοῦ Κλέωνος βουλευόντων τὰν πρώταν ἑξάμηνον Κλεάνδρου τοῦ Τίμων[ος],
[Δαμοκρά]τεος τοῦ Τείσωνος, γ[ρ]αμματεύοντος δὲ βουλᾶς Νικία τοῦ Κλέωνος, ἔδοξε τᾶι πόλει τῶν Δε[λ]-
[φῶν ἐν] ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ Ἀμμώνιος Ἀμμωνίου Ἀθηναῖος ἀνὴρ ἀγα-
5 [θος ἐστι κ]α[ὶ] διὰ παντὸς πρόνοιαν ποιείμενος τᾶς ποτὶ τοὺς θεοὺς εὐσεβείας πολλοὺς μὲν καὶ καλοὺς
[εἰς τὰ]ς τούτων τιμὰς πλεονάκις διατέθειται λόγους, θέλων δὲ καὶ διὰ τῶν ἔργων στοιχεῖν αὐτοσαυτῶ[ι]
[πάντα] διώικησε τὰ ποτὶ τὸν θεὸν βουθυτέων τε καὶ μεταδιδοὺς πάντοις τᾶς θυσίας καὶ ζαλέων καὶ τὰ πάντα
[τᾶς αὐτο]σαυτοῦ πατρίδος, τάν τε ποτὶ τὸν θεὸν εὐσέβειαν καὶ τὰν ποτὶ τοὺς Ἕλλανας φιλανθρωπίαν ἔν τε τοῖς
[ἱεροῖς τ]οῖς κατὰ τὰν ἀρχὰν φιλότιμον αὐτοσαυτὸν παρείσχηται, πᾶσαν δαπάναν καὶ χοραγίαν ἐλάσσονα τιθέμενος
10 [τᾶς πο]τὶ τὰ κά[λλ]ιστα σπουδᾶς, τάν τε παρεπιδαμίαν καὶ τὰν ἀναστροφὰν ἀξίαν πεποίηται τοῦ τε τῶν Ἀθηναιών δά-
[μ]ου καὶ τᾶς τῶν Ἑλλάνων ἐπὶ τὰ Πύθια συναγωγᾶς, καθῆκον δέ ἐστι Δελφοῖς ἀποδέχεσθαί τε καὶ τιμᾶν τοὺς εὐ-
σεβείαι καὶ δικαιοσύναι διαφέροντας τῶν ἀνδρῶν, τύχαι ἀγαθᾶι, δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν [ἐπαινέσαι μὲν]
Ἁμμώνιον Ἀμμωνίου Ἀθηναῖον καὶ στεφανῶσαι αὐτὸν τῶι τοῦ θεοῦ στεφάνωι ὧι πάτριόν ἐστιν, ὑπ[άρχειν δὲ αὐτῶι]
[κ]αὶ [ἐ]κγόνοις παρὰ τᾶς πόλιος ἁμῶν προξενίαν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώ-
15 [ν]οις οἷς ἁ πόλις τίθητι καὶ τἆλλα τίμια ἃ καὶ τοῖς ἄλλοις προξένοις τᾶς πόλιος ὑπάρχει, πέμψαι δὲ αὐτῶι καὶ ξένια τὰ μέ-
γιστα ἐκ τῶν νόμων.
Search Help
Contact Us